[4] τὸ δὲ σπήλαιον οὐκ ἄπωθεν μέν ἐστι θαλάσσης, κρημνοὶ δὲ περὶ αὐτὸ συμφερόμενοι λεπτὴν καὶ ἀσαφῆ παραπέμπουσι λαύραν ἄγουσαν εἴσω, παρελθόντι δ᾽ ὕψος τε θαυμαστὸν ἀναπέπταται, καὶ κατ᾽ εὖρος ἔχει κόλπους δι᾽ ἀλλήλων ἀνοιγομένους μεγάλαις περιφερείαις. [5] ἀμοιρεῖ δ᾽ οὔτε ὕδατος οὔτε φωτός, ἀλλὰ πηγὴ μέν ἡδίστου νάματος ὑπορρεῖ παρὰ τὸν κρημνόν, αὐτοφυεῖς δὲ ῥωχμοὶ τῆς πέτρας ᾗ μάλιστα περιπίπτει τὸ φῶς ἔξωθεν ὑπολαμβάνουσι, καὶ καταλάμπεται ἡμέρας τὸ χωρίον, ὁ δ᾽ ἐντὸς ἀὴρ ἀστάλακτος καὶ καθαρός, πυκνότητι τῆς πέτρας τὸ νοτερὸν καὶ ἀποτηκόμενον εἰς τὴν πηγὴν ἐκπιεζούσης.