previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΕΙΣ ΤΟ ΤΟΥ ΟΡΦΕΩΣ ΑΓΑΛΜΑ.

ζ. ἐν τῷ Ἑλικῶνι, τέμενος δὲ τῶν Μουσῶν σκιερὸν χῶρος, παρὰ τοὺς Ὀλμειοῦ τοῦ ποταμοῦ ῥύακας καὶ τὴν ἰοειδέα Πηγάσου κρήνην Ὀρφέως ἄγαλμα τοῦ τῆς Καλλιόπης παρὰ τὰς Μούσας εἱστήκει ἰδεῖν μὲν κάλλιστον, γὰρ χαλκὸς τῇ τέχνῃ συναπέτικτε τὸ κάλλος τῇ τοῦ σώματος ἀγλαίᾳ τὸ μουσικὸν συνεπισημαίνων τῆς ψυχῆς, ἐκόσμει δὲ αὐτὸν τιάρα Περσικὴ χρυσῷ κατάστικτος ἀπὸ κορυφῆς εἰς ὕψος ἀνέχουσα, χιτὼν δὲ ἐξ ὤμων ἀπαγόμενος εἰς πόδας τελαμῶνι χρυσέῳ κατὰ τῶν στέρνων ἐσφίγγετο, κόμη δὲ οὕτως ἦν εὐανθὴς καὶ [p. 430] ζωτικὸν ἐπισημαίνουσα καὶ ἔμπνουν, ὡς ἀπατᾶν τὴν αἴσθησιν, ὅτι καὶ πρὸς τὰς ζεφύρου πνοὰς σειομένη δονεῖται. μὲν γὰρ ἐπαυχένιος κατὰ νώτου χυθεῖσα, δὲ ταῖς ὀφρύσιν ἄνωθεν δισχιδὴς ἐπιβαίνουσα καθαρὰς τῶν ὀμμάτων ἔφαινε τὰς βολάς, τὸ πέδιλον δὲ αὐτῷ ξανθοτάτῳ χρυσῷ κατήνθιστο καὶ πέπλος κατὰ νώτου ἄνετος εἰς σφυρὸν κατῄει, μετεχειρίζετο δὲ τὴν λύραν, δὲ ἰσαρίθμους ταῖς Μούσαις ἐξῆπτο τοὺς φθόγγους: γὰρ χαλκὸς καὶ νευρὰς ὑπεκρίνετο καὶ πρὸς τὴν ἑκάστου μίμησιν ἀλλαττόμενος πειθηνίως ὑπήγετο μικροῦ καὶ πρὸς αὐτὴν τὴν ἠχὴν τῶν φθόγγων φωνήεις γινόμενος. ὑπὸ δὲ τῶν ποδῶν τὴν βάσιν οὐκ οὐρανὸς ἦν τυπωθείς, οὐδὲ Πλειάδες τὸν αἰθέρα τέμνουσαι, οὐδὲ ἄρκτου περιστροφαὶ τῶν Ὠκεανοῦ λουτρῶν ἄμοιροι, ἀλλ᾽ ἦν πᾶν μὲν τὸ ὀρνίθων γένος πρὸς τὴν ᾠδὴν ἐξιστάμενον, πάντες δὲ οἱ ὄρειοι θῆρες, καὶ ὅσον ἐν θαλάττης μυχοῖς νέμεται, καὶ ἵππος ἐθέλγετο ἀντὶ χαλινοῦ τῷ μέλει κρατούμενος καὶ βοῦς ἀφεὶς τὰς νομὰς τῆς λυρῳδίας ἤκουε καὶ λεόντων ἄτεγκτος φύσις πρὸς τὴν ἁρμονίαν κατηυνάζετο. εἶδες ἂν καὶ ποταμοὺς τυποῦντα τὸν χαλκὸν ἐκ πηγῶν ἐπὶ τὰ μέλη ῥέοντας καὶ κῦμα θαλάσσης ἔρωτι τῆς ᾠδῆς ὑψούμενον καὶ πέτρας αἰσθήσει πληττομένας μουσικῆς καὶ πᾶσαν βλάστην ὥριον ἐξ ἠθῶν ἐπὶ τὴν μοῦσαν τὴν Ὀρφικὴν σπεύδουσαν, καὶ οὐδὲν μὲν ἦν τὸ ἠχοῦν, οὐδὲ τὴν ἁρμονίαν τὴν λυρῳδὸν ἐγεῖρον, τέχνη δὲ ἐν τοῖς ζῴοις τοῦ περὶ τὴν μουσικὴν ἔρωτος τὰ πάθη κατεμήνυε καὶ ἐν τῷ χαλκῷ τὰς ἡδονὰς ἐποίει φαίνεσθαι καὶ τὰ ἐπανθοῦντα τῇ αἰσθήσει τῶν ζῴων θελκτήρια ἀρρήτως ἐξέφαινεν. [p. 431]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: