ΕΙΣ ΣΑΤΥΡΟΝ.
α. ἄντρον ἦν περὶ Θήβας τὰς Αἰγυπτίας προς2εικασμένον σύριγγι εἰς ἕλικας αὐτοφυῶς ἐν κύκλῳ περὶ τοὺς τῆς γῆς ἑλιττόμενον πυθμένας. οὐ γὰρ ἐπ᾽ εὐθείας ἀνοιγόμενον εἰς εὐθυπόρους αὐλῶνας ἐσχίζετο, ἀλλὰ τὴν ὑπώρειον περιτρέχον καμπὴν ὑπογείους ἕλικας ἐξέτεινεν εἰς δυσεύρετον πλάνην ἐκπῖπτον. ἵδρυτο δὲ ἐν αὐτῷ Σατύρου τι σχῆμα τεχνηθὲν ἐκ λίθου. εἱστήκει μὲν ἐπί τινος κρηπῖδος εἰς χορείαν εὐτρεπίζων τὸ σχῆμα καὶ τῆς δεξιᾶς βάσεως τὸν ταρσὸν ὄπισθεν ἐξαίρων, μετεχειρίζετο δὲ καὶ αὐλὸν καὶ πρὸς τὴν ἠχὴν πρῶτος ἐξανίστατο: τῇ μὲν γὰρ ἀκοῇ μέλος οὐ προσῆπτεν αὐλοῦντος, οὐδὲ ἦν ὁ αὐλὸς ἔμφωνος, τὸ δὲ τῶν αὐλούντων πάθος διὰ τῆς τέχνης εἰς τὴν πέτραν εἰσῆκτο. εἶδες ἂν ὑπανισταμένας καὶ φλέβας ὡς ἂν ἔκ τινος γεμιζομένας πνεύματος καὶ εἰς τὴν ἐπήχησιν τοῦ αὐλοῦ τὴν πνοὴν ἐκ στέρνων τὸν Σάτυρον ἀνασπῶντα καὶ ἐνεργεῖν ἐθέλον τὸ εἴδωλον καὶ εἰς ἀγωνίαν τὸν λίθον πίπτοντα. εἶναι γὰρ ἔπειθε καὶ πνοῆς ἐξουσίαν ἐν ἑαυτῷ ἔμφυτον καὶ ἄσθματος ἔνδειξιν ἐξευρομένην [p. 422] οἴκοθεν ἐκ τῶν ἀμηχάνων πόρον. οὐκ ἦν δὲ ἁβρότητος μετέχον τὸ σῶμα, ἀλλ᾽ ἡ τῶν μελῶν στερρότης τὴν ὥραν ἔκλεπτεν εἰς ἄρθρων συμμετρίαν ἀνδρικῶν τὴν ἰδέαν τραχύνουσα. καλῆς μὲν γὰρ κόρης χρῶτες μαλθακοὶ καὶ πρόσφοροι καὶ μέλη θρυπτόμενα, Σατύρου δὲ αὐχμηρὸν τὸ εἶδος ὡς ἂν ὀρείου δαίμονος καὶ Διονύσῳ σκιρτῶντος. κισσὸς δὲ αὐτὸν ἐστεφάνου οὐκ ἐκ λειμῶνος δρεψαμένης τὸν καρπὸν τῆς τέχνης, ἀλλ᾽ ὁ λίθος ἀπὸ στερρότητος εἰς κλῶνας χυθεὶς περιέθει τὴν κόμην εἰς συμβολὴν ἐπὶ τοὺς αὐχενίους τένοντας ἐκ μετώπων προσέρπων. παρειστήκει δὲ ὁ Πὰν γανύμενος τῇ αὐλητικῇ καὶ ἐνηγκαλισμένος τὴν Ἠχώ, ὥσπερ, οἶμαι, δεδιώς, μή τινα φθόγγον ἔμμουσον ὁ αὐλὸς κινήσας ἀντηχεῖν ἀναπείσῃ τῷ Σατύρῳ τὴν Νύμφην. τοῦτο θεασάμενοι τὸ εἴδωλον καὶ τὸν Αἰθιόπων λίθον ἔμφωνον Μέμνονος ἐπιστεύομεν γενέσθαι, ὃς προσιούσης μὲν τῆς Ἡμέρας ἐπὶ ταῖς παρουσίαις ἐφαιδρύνετο, ἀπιούσης δὲ ἀνίᾳ βαλλόμενος πένθιμον ἐπέστενε καὶ μόνος ἐκ λίθων ἡδονῆς καὶ λύπης παρουσίᾳ διοικούμενος τῆς οἰκείας ἀπέστη κωφότητος εἰς ἐξουσίαν φωνῆς τὴν ἀναισθησίαν ἐκνικήσας.