Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ξυμμετοχὴ μὲν ῾σοφίασ᾽ τῇ τέχνῃ ἥδε, γένεσις
δὲ αὐτῆς τὸ φῦναι τὸν ἄνθρωπον παλαῖσαί τε ἱκανὸν
καὶ πυκτεῦσαι καὶ δραμεῖν ὀρθόν: καὶ γὰρ
οὐδ᾽ ἓν ἂν γένοιτό τι τῶν τοιούτων μὴ προυπάρχοντος
τοῦ, δι᾽ ὃ γίγνεται, καὶ ὥσπερ χαλκευτικῆς
γένεσις ὁ σίδηρος καὶ ὁ χαλκός, καὶ γεωργίας γῆ
καὶ τὰ ἐκ τῆς γῆς, καὶ ναυτιλίας τὸ εἶναι θάλατταν,
οὕτως ἡγώμεθα καὶ τὴν γυμναστικὴν ξυγγενεστάτην
τε εἶναι καὶ συμφυᾶ τῷ ἀνθρώπῳ. καὶ λόγος δὲ
ᾄδεταί τις, ὡς γυμναστικὴ μὲν οὔπω εἴη, Προμηθεὺς
δὲ εἴη καὶ γυμνάσαιτο μὲν ὁ Προμηθεὺς πρῶτος,
γυμνάσειε δὲ αὖ ἑτέρους Ἑρμῆς, ἀγασθείη τε
αὐτὸν τοῦ εὑρήματος, καὶ παλαίστρα γένοιτο Ἑρμοῦ
πρώτη, καὶ οἱ πλασθέντες δὲ ἐκ ῾πηλοῦ ὑπὂ Προμηθέως
ἄνθρωποι οἵδε ἄρα οὗτοι εἶεν οἱ ῾ἐν᾽ τῷ
πηλῷ γυμνασάμενοι ἐν ᾧ ἦσαν, ῾οὓσ᾽ πλάττεσθαι
ὑπὸ τοῦ Προμηθέως ᾤοντο, ἐπειδὴ τὰ σώματα αὐτοῖς
ἡ γυμναστικὴ ἐπιτήδειά τε καὶ ξυγκείμενα ἐποίει.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.