Click on a word to bring up parses, dictionary entries, and frequency statistics
σοφίαν ἡγώμεθα καὶ τὰ τοιαῦτα μέν, οἷον φιλοσοφῆσαι
καὶ εἰπεῖν σὺν τέχνῃ, ποιητικῆς τε ἅψασθαι
καὶ μουσικῆς καὶ γεωμετρίας, καί, νὴ Δία, ἀστρονομίας,
ὁπόση μὴ περιττή: σοφία δὲ καὶ τὸ κοσμῆσαι
στρατιάν, καὶ ἔτι τὰ τοιαῦτα, ἰατρικὴ πᾶσα καὶ
ζωγραφία καὶ πλάσται καὶ ἀγαλμάτων εἴδη καὶ
κοῖλοι λίθοι καὶ κοῖλος σίδηρος. βάναυσοι δὲ ὁπόσαι,
δεδόσθω μὲν αὐταῖς τέχνη, καθ᾽ ἣν ὄργανόν τι καὶ
σκεῦος ὀρθῶς ἀποτελεσθήσεται, σοφία δὲ ἐς ἐκείνας
ἀποκείσθω μόνας, ἃς εἶπον. ἐξαιρῶ κυβερνήτην τῶν
βαναύσων, ἐπειδὴ ἄστρων τε συνίησιν καὶ ἀνέμων
καὶ τῶν ἀδήλων ἅπτεται. ταῦτα μὲν ὧν ἕνεκά μοι
εἴρηται, δειχθήσεται, περὶ δὲ γυμναστικῆς, σοφίαν
λέγωμεν οὐδεμιᾶς ἐλάττω τέχνης, ὥστε ἐς ὑπομνήματα
ξυντεθῆναι τοῖς βουλομένοις γυμνάζειν: ἡ μὲν
γὰρ πάλαι γυμναστικὴ Μίλωνας ἐποίει καὶ Ἱπποσθένας,
Πουλυδάμαντάς τε καὶ Προμάχους καὶ
Γλαῦκον τὸν Δημύλου, καὶ τοὺς πρὸ τούτων ἔτι
ἀθλητάς, τὸν Πηλέα δήπου καὶ τὸν Θησέα καὶ τὸν
Ἡρακλέα αὐτόν, ἡ δὲ ἐπὶ τῶν πατέρων ἥττους μὲν
οἶδε, θαυμασίους δὲ καὶ μεμνῆσθαι ἀξίους: ἡ δὲ
νῦν καθεστηκυῖα, μεταβέβληκεν οὕτω τὰ τῶν ἀθλητῶν,
[p. 262]
ὡς καὶ τοῖς φιλογυμναστοῦσι τοὺς πολλοὺς ἄχθεσθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.