Ὁρῶν δ᾽ ὁ Μωυσῆς ἀθύμως διακειμένους καὶ τοῦ πράγματος τὸ ἀναντίλεκτον, οὐ γὰρ καθαρὸς ἦν στρατὸς ὥστε τῷ βιαζομένῳ τῆς ἀνάγκης ἀντιτάξαι τὸ ἀνδρεῖον, ἀλλὰ διέφθειρε τὸ κατ᾽ ἐκείνους γενναῖον παίδων τε καὶ γυναικῶν ὄχλος ἀσθενέστερος τῆς ἐκ λόγων διδασκαλίας, ἐν χαλεπωτέροις ἦν τὴν συμφορὰν τὴν ἁπάντων ἰδίαν αὐτοῦ ποιούμενος: