Τρίτων
ἐπὶ τὴν Λέρναν, ὦ Πόσειδον, παραγίνεται
καθ᾽ ἑκάστην ἡμέραν ὑδρευσομένη παρθένος, πάγκαλόν
τι χρῆμα: οὐκ οἶδα ἔγωγε καλλίω παῖδα ἰδών.
Ποσειδῶν
ἐλευθέραν τινά, ὦ Τρίτων, λέγεις, ἢ θεράπαινά
τις ὑδροφόρος ἐστίν;
Τρίτων
οὐ μὲν οὖν, ἀλλὰ τοῦ Αἰγυπτίου ἐκείνου
θυγάτηρ, μία τῶν πεντήκοντα καὶ αὐτή, Ἀμυμώνη τοὔνομα:
ἐπυθόμην γὰρ ἥτις καλοῖτο καὶ τὸ γένος. ὁ Δαναὸς
δὲ σκληραγωγεῖ τὰς θυγατέρας καὶ αὐτουργεῖν διδάσκει
[303]
[p. 124]
καὶ πέμπει ὕδωρ τε ἀρυσομένας καὶ πρὸς τὰ ἄλλα
παιδεύει ἀόκνους εἶναι αὐτάς.