Πρωτεύς
καὶ τίς ἂν ἡ ἀπάτη ἐπὶ τῶν οὕτως ἐναργῶν
[299]
γένοιτο; οὐκ ἀνεῳγμένοις τοῖς ὀφθαλμοῖς εἶδες, ἐς
ὅσα μετεποίησα ἐμαυτόν; εἰ δὲ ἀπιστεῖς καὶ τὸ πρᾶγμα
ψευδὲς εἶναι δοκεῖ, φαντασία τις πρὸ τῶν ὀφθαλμῶν
ἱσταμένη, ἐπειδὰν πῦρ γένωμαι, προσένεγκέ μοι, ὦ γενναιότατε,
τὴν χεῖρα: εἴσῃ γάρ, εἰ ὁρῶμαι μόνον ἢ καὶ τὸ
κάειν τότε μοι πρόσεστιν.
Μενέλαος
οὐκ ἀσφαλὴς ἡ πεῖρα, ὦ Πρωτεῦ.
[p. 122]
Πρωτεύς
σὺ δέ μοι, Μενέλαε, δοκεῖς οὐδὲ πολύπουν
ἑωρακέναι πώποτε οὐδὲ ὃ πάσχει ὁ ἰχθυς οὗτος εἰδέναι.
Μενέλαος
ἀλλὰ τὸν μὲν πολύπουν εἶδον, ἃ πάσχει δέ,
ἡδέως ἂν μάθοιμι παρὰ σοῦ.