previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[76] καίτοι πρὸς τῆς Ἀθηνᾶς ἅπαντα μὲν ἔφην, ἐάσωμεν αὐτοῦ καταβαλόντες καὶ λήθη τις ἔστω αὐτῶν ὥσπερ τῶν πρὸ Εὐκλείδου ἄρχοντος πραχθέντων, ὑποθέμενοι δὲ ταύτην φιλοσοφίαν ὀρθὴν εἶναι τὴν τῶν Στωϊκῶν, ἄλλην δὲ μηδ᾽ ἡντιναοῦν, ἴδωμεν εἰ ἐφικτὴ αὕτη καὶ δυνατή ἐστιν, μάτην κάμνουσιν ὁπόσοι ἐφίενται αὐτῆς: τὰς μὲν γὰρ ὑποσχέσεις ἀκούω θαυμαστάς τινας, ἡλίκα εὐδαιμονήσουσιν οἱ ἐς τὸ ἀκρότατον ἐλθόντες: μόνους γὰρ τούτους πάντα συλλαβόντας ἕξειν τὰ τῷ ὄντι ἀγαθά. τὸ μετὰ ταῦτα δὲ σὺ ἂν ἄμεινον εἰδείης, εἴ τινι ἐντετύχηκας Στωϊκῷ τοιούτῳ καὶ Στωϊκῶν τῷ ἄκρῳ, οἵῳ μήτε λυπεῖσθαι μήθ᾽ ὑφ᾽ ἡδονῆς κατασπᾶσθαι μήτε ὀργίζεσθαι, φθόνου δὲ κρείττονι καὶ πλούτου καταφρονοῦντι καὶ συνόλως εὐδαίμονι, ὁποῖον χρὴ τὸν κανόνα εἶναι καὶ γνώμονα τοῦ κατὰ τὴν ἀρετὴν βίου, — γὰρ καὶ κατὰ μικρότατον ἐνδέων ἀτελής, κἂν πάντα πλείω ἔχῃεἰ δὲ τοῦτο οὐχί, οὐδέπω εὐδαίμων.

Ἑρμότιμος

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: