previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[39] καὶ γὰρ αὖ τὸ τὴν πολλὴν ἀπορίαν παρεχόμενον τοῦτό ἐστιν, ὅτι ἕκαστος τῶν ἀποδυθησομένων ἔχει τι πάντως, μὲν σκύφον, δὲ φιάλην, δὲ στέφανον, καὶ μὲν ἐκ χαλκοῦ, δὲ ἐκ χρυσοῦ, δὲ ἀργύρου: εἰ δὲ ἔχει, τοῦτο τὸ ἱερόν ἐστιν, οὐδέπω δῆλον. πᾶσα τοίνυν [p. 361] ἀνάγκη ἀπορεῖν ὅντινα ἱερόσυλον εἴπῃς, ὅπου γε καὶ εἰ πάντες τὰ ὅμοια εἶχον, ἄδηλον ἦν καὶ οὕτως ὅστις τὰ τοῦ θεοῦ ὑφῃρημένος: ἔστι γὰρ καὶ ἰδιωτικὰ ἔχειν. τὸ δ᾽ αἴτιον τῆς ἀγνοίας ἕν ἐστιν, οἶμαι, τὸ ἀνεπίγραφον εἶναι τὴν ἀπολομένην φιάληνθῶμεν γὰρ φιάλην ἀπολωλέναιὡς εἴ γε ἐπεγέγραπτο τοῦ θεοῦ τὸ ὄνομα τοῦ ἀναθέντος, ἧττον ἂν ἐκάμνομεν καὶ εὑρόντες τὴν ἐπιγεγραμμένην ἐπεπαύμεθ᾽ ἂν ἀποδύοντες καὶ ἐνοχλοῦντες τοὺς ἄλλους. οἶμαι δέ σε, Ἑρμότιμε, καὶ ἀγῶνας ἤδη γυμνικοὺς ἑωρακέναι πολλάκις.

Ἑρμότιμος
καὶ ὀρθῶς οἴει: πολλάκις γὰρ καὶ πολλαχόθι.

Λυκῖνος
οὖν ποτε καὶ παρὰ τοὺς ἀθλοθέτας αὐτοὺς ἐκαθέζου;

Ἑρμότιμος
νὴ Δία, ἔναγχος Ὀλυμπίασιν ἐπὶ τὰ λαιὰ τῶν Ἑλλανοδικῶν, Εὐανδρίδου τοῦ Ἠλείου θέαν μοι προκαταλαβόντος ἐν τοῖς ἑαυτοῦ πολίταις: ἐπεθύμουν γὰρ ἐγγύθεν ἅπαντα ὁρᾶν τὰ παρὰ τοῖς Ἑλλανοδίκαις γιγνόμενα.

Λυκῖνος
οἶσθα οὖν καὶ τοῦτο, πῶς κληροῦσιν ὅντινα ᾧτινι χρὴ παλαίειν παγκρατιάζειν;

Ἑρμότιμος
οἶδα γάρ.

Λυκῖνος
οὐκοῦν ἂν ἄμεινον σὺ εἴποις ὡς ἐγγύθεν ἰδών.

Ἑρμότιμος

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: