Αἴας
815ὁ μὲν σφαγεὺς ἕστηκεν ᾗ τομώτατος
γένοιτ᾽ ἄν, εἴ τῳ καὶ λογίζεσθαι σχολή:
δῶρον μὲν ἀνδρὸς Ἕκτορος ξένων ἐμοὶ
μάλιστα μισηθέντος ἐχθίστου θ᾽ ὁρᾶν:
πέπηγε δ᾽ ἐν γῇ πολεμίᾳ τῇ Τρῳάδι,
820σιδηροβρῶτι θηγάνῃ νεηκονής:
ἔπηξα δ᾽ αὐτὸν εὖ περιστείλας ἐγώ,
εὐνούστατον τῷδ᾽ ἀνδρὶ διὰ τάχους θανεῖν.
οὕτω μὲν εὐσκευοῦμεν: ἐκ δὲ τῶνδέ μοι
σὺ πρῶτος, ὦ Ζεῦ, καὶ γὰρ εἰκός, ἄρκεσον.
825αἰτήσομαι δέ σ᾽ οὐ μακρὸν γέρας λαχεῖν.
πέμψον τιν᾽ ἡμῖν ἄγγελον, κακὴν φάτιν
Τεύκρῳ φέροντα, πρῶτος ὥς με βαστάσῃ
πεπτῶτα τῷδε περὶ νεορράντῳ ξίφει,
καὶ μὴ πρὸς ἐχθρῶν του κατοπτευθεὶς πάρος
830ῥιφθῶ κυσὶν πρόβλητος οἰωνοῖς θ᾽ ἕλωρ.
τοσαῦτά σ᾽, ὦ Ζεῦ, προστρέπω, καλῶ δ᾽ ἅμα
πομπαῖον Ἑρμῆν χθόνιον εὖ με κοιμίσαι,
ξὺν ἀσφαδάστῳ καὶ ταχεῖ πηδήματι
πλευρὰν διαρρήξαντα τῷδε φασγάνῳ.
835καλῶ δ᾽ ἀρωγοὺς τὰς ἀεί τε παρθένους
ἀεί θ᾽ ὁρώσας πάντα τἀν βροτοῖς πάθη,
σεμνὰς Ἐρινῦς τανύποδας, μαθεῖν ἐμὲ
πρὸς τῶν Ἀτρειδῶν ὡς διόλλυμαι τάλας,
καί σφας κακοὺς κάκιστα καὶ πανωλέθρους
840ξυναρπάσειαν, ὥσπερ εἰσορῶσ᾽ ἐμὲ
αὐτοσφαγῆ πίπτοντα, τὼς αὐτοσφαγεῖς
πρὸς τῶν φιλίστων ἐκγόνων ὀλοίατο.
ἴτ᾽, ὦ ταχεῖαι ποίνιμοί τ᾽ Ἐρινύες,
γεύεσθε, μὴ φείδεσθε πανδήμου στρατοῦ:
845σὺ δ᾽, ὦ τὸν αἰπὺν οὐρανὸν διφρηλατῶν
Ἥλιε, πατρῴαν τὴν ἐμὴν ὅταν χθόνα
ἴδῃς, ἐπισχὼν χρυσόνωτον ἡνίαν
ἄγγειλον ἄτας τὰς ἐμὰς μόρον τ᾽ ἐμὸν
γέροντι πατρὶ τῇ τε δυστήνῳ τροφῷ.
850ἦ που τάλαινα, τήνδ᾽ ὅταν κλύῃ φάτιν,
ἥσει μέγαν κωκυτὸν ἐν πάσῃ πόλει.
ἀλλ᾽ οὐδὲν ἔργον ταῦτα θρηνεῖσθαι μάτην,
ἀλλ᾽ ἀρκτέον τὸ πρᾶγμα σὺν τάχει τινί.
ὦ Θάνατε Θάνατε, νῦν μ᾽ ἐπίσκεψαι μολών.
855καίτοι σὲ μὲν κἀκεῖ προσαυδήσω ξυνών.
σὲ δ᾽, ὦ φαεννῆς ἡμέρας τὸ νῦν σέλας,
καὶ τὸν διφρευτὴν Ἥλιον προσεννέπω,
πανύστατον δὴ κοὔποτ᾽ αὖθις ὕστερον.
ὦ φέγγος, ὦ γῆς ἱερὸν οἰκείας πέδον
860Σαλαμῖνος, ὦ πατρῷον ἑστίας βάθρον
κλειναί τ᾽ Ἀθῆναι καὶ τὸ σύντροφον γένος
κρῆναί τε ποταμοί θ᾽ οἵδε, καὶ τὰ Τρωϊκὰ
πεδία προσαυδῶ, χαίρετ᾽, ὦ τροφῆς ἐμοί:
τοῦθ᾽ ὑμὶν Αἴας τοὔπος ὕστατον θροεῖ,
865τὰ δ᾽ ἄλλ᾽ ἐν Ἅιδου τοῖς κάτω μυθήσομαι.