Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ δίκην ὑπὲρ τούτου λαβεῖν οὐ δυνάμενοι
φανερῶς διὰ τῶν ἀναπαίστων ἡμᾶς, ὥσπερ οἱ
κωμῳδοὶ τὸν Ἡρακλέα καὶ τὸν Διόνυσον ἕλκουσι
καὶ περιφέρουσιν, οὕτω δὲ καὶ ὑμεῖς ἐν ταῖς ἀγοραῖς
ἐπιτρίβετε λοιδοροῦντες; ἢ τοῦ μὲν ποιεῖν τι
χαλεπὸν εἰς ὑμᾶς ἀπεσχόμην, τοῦ λέγειν δὲ ὑμᾶς
κακῶς οὐκ ἀπεσχόμην, ἵνα με καὶ ὑμεῖς διὰ τῶν
αὐτῶν ἰόντες ἀμύνησθε; τίς οὖν ὑμῖν ἐστιν αἰτία
τοῦ πρὸς ἡμᾶς προσκρούσματος καὶ τῆς ἀπεχθείας;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.