Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ταῦρον. ὑμῶν δ̓ ἕκαστος ἰδίᾳ μὲν εἰς τὰ δεῖπνα
καὶ τὰς ἑορτὰς χαίρει δαπανώμενος, καὶ εὖ οἶδα
πολλοὺς ὑμῶν πλεῖστα εἰς τὰ δεῖπνα τοῦ Μαϊουμᾶ
χρήματα ἀπολέσαντας, ὑπὲρ δ̓ ὑμῶν αὐτῶν
καὶ τῆς σωτηρίας τῆς πόλεως οὐδεὶς θύει οὔτε
ἰδίᾳ τῶν πολιτῶν οὔτε ἡ πόλις κοινῇ, μόνος δ̓ ὁ
ἱερεύς, ὃν οἶμαι δικαιότερον ἦν ἀπὸ τοῦ πλήθους
τῶν προσφερομένων τῷ θεῷ παῤ ὑμῶν οἴκαδε
ἀπιέναι μερίδας ἔχοντα. τοῖς μὲν γὰρ ἱερεῦσιν
οἱ θεοὶ καλοκἀγαθίᾳ τιμᾶν αὑτοὺς καὶ ἀρετῆς
ἐπιτηδεύσει προσέταξαν καὶ λειτουργεῖν σφίσι τὰ
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.