Ὁ δὲ Ἱππόθοος ὁ Περίνθιος ἐν τῷ Ταυρομενίῳ τὰ μὲν πρῶτα διῆγε πονήρως ἀπορίᾳ τῶν ἐπιτηδείων: χρόνου δὲ προϊόντος ἠράσθη πρεσβῦτις αὐτοῦ, καὶ ἔγημέ τε ὑπ̓ ἀνάγκης τῆς κατὰ τὴν ἀπορίαν τὴν πρεσβῦτιν, καὶ ὀλίγῳ συγγενόμενος χρόνῳ, ἀποθανούσης αὐτῆς πλοῦτόν τε διαδέχεται πολὺν καὶ εὐδαιμονίαν: πολλὴ μὲν οἰκετῶν παραπομπή, πολλὴ δὲ ἐσθήτων ὕπαρξις καὶ σκευῶν πολυτέλεια.