‘ [3] οὐ γὰρ ἑκών σε ἠδίκησα.’ Ταῦτα ἔλεγεν ὁ Ἄψυρτος: ὁ δὲ Ἁβροκόμης ‘ἀλλὰ χάρις’ ἔφη ‘σοι, δέσποτα, ὅτι καὶ τἀληθὲς ἔμαθες καὶ τῆς σωφροσύνης ἀμείβῃ με.’ Ἔχαιρον δὲ πάντες οἱ κατὰ τὴν οἰκίαν ὑπὲρ Ἁβροκόμου καὶ χάριν ᾔδεσαν ὑπὲρ αὐτοῦ τῷ δεσπότῃ: αὐτὸς δὲ ἐν μεγάλῃ συμφορᾷ κατ̓ Ἄνθειαν ἦν: ἐνενόει δὲ πρὸς ἑαυτὸν πολλάκις ‘τί δεῖ ἐλευθερίας ἐμοί; τί δὲ πλούτων καὶ ἐπιμελείας τῶν Ἀψύρτου [p. 355] χρημάτων; οὐ τοιοῦτον εἶναί με δεῖ: ἐκείνην ἢ ζῶσαν ἢ τεθνεῶσαν εὕροιμι.’