Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οἱ μὲν δὴ ὑπερσιτήσαντες, ἤν τε κούφων τύχωσιν,
ἤν τε βαρυτέρων ἀγωνισταί, μεταχειριστέοι
ταῖς ἐς τὸ κάτω τρίψεσιν, ἵνα τῶν κυριωτέρων τὰ
περιττὰ ἀπάγοιτο, γυμναστέοι δὲ πένταθλοι μέν τινα
τῶν κούφων, δρομεῖς δὲ μὴ ξυντείνοντες, ἀλλὰ σχολαῖοι
καὶ μεῖζόν τι διαβαίνοντες, πύκται δὲ ἀκροχειριζέσθων
ἐλαφροί τε καὶ ἀερίζοντες. πάλη δὲ καὶ
παγκράτιον ὀρθοὶ μὲν καὶ οἵδε. ἀλλ᾽ ἀνάγκη κυλίεσθαι.
κυλιέσθων μέν, ἀλλ᾽ ἐπικείμενοι μᾶλλον ἢ
ὑποκείμενοι καὶ μηδαμῇ περικυβιστῶντες, ὡς μὴ
ἀνιάτῳ τινὶ ἕλκει πηροῖεν τὸ σῶμα. μεταχειριζέσθω
τε ὁ γυμναστὴς κούφους τε ὁμοίως καὶ βαρεῖς ταῖς
διὰ μετρίου ἐλαίου τρίψεσι τῶν κάτω μάλιστα, καὶ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.