ΕΙΣ ΤΟ ΤΟΥ ΔΙΟΝΥΣΟΥ ΑΓΑΛΜΑ.
η. Δαιδάλῳ μὲν ἐξῆν, εἰ δεῖ τῷ περὶ Κρήτην πιστεύειν θαύματι, κινούμενα μηχανᾶσθαι ῾τἂ ποιήματα καὶ πρὸς ἀνθρωπίνην αἴσθησιν ἐκβιάζεσθαι τὸν χρυσόν, αἱ δὲ δὴ Πραξιτέλειοι χεῖρες ζωτικὰ διόλου κατεσκεύαζον τὰ τεχνήματα. ἄλσος ἦν καὶ Διόνυσος εἱστήκει ἠιθέου σχῆμα μιμούμενος οὕτω μὲν ἁπαλός, ὡς πρὸς σάρκα μεταρρυθμίζεσθαι τὸν χαλκόν, οὕτω δὲ ὑγρὸν καὶ κεχαλασμένον ἔχων τὸ σῶμα, ὡς ἐξ ἑτέρας ὕλης, ἀλλὰ μὴ χαλκοῦ πεφυκώς, ὃς χαλκὸς μὲν ὢν ἠρυθραίνετο, ζωῆς δὲ μετουσίαν οὐκ ἔχων ἐβούλετο ῾ζωῆσ᾽ τὴν ἰδέαν δεικνύναι, ἁψαμένῳ δέ σοι πρὸς τὴν ἀκμὴν ὑπεξανίστατο, καὶ ὄντως μὲν ἦν ὁ χαλκὸς στεγανός, ὑπὸ δὲ τῆς τέχνης μαλαττόμενος εἰς σάρκα ἀπεδίδρασκε τῆς χειρὸς τὴν αἴσθησιν. ἦν δὲ ἀνθηρός, ἁβρότητος γέμων, ἱμέρῳ ῥεόμενος, οἷον αὐτὸν Εὐριπίδης ἐν Βάκχαις εἰδοποιήσας ἐξέφηνε, κισσὸς δ᾽ αὐτὸν ἔστεφε περιθέων ἐν κύκλῳ. ὡς κισσὸς ἦν ὁ χαλκὸς εἰς κλῶνας καμπτόμενος καὶ τῶν βοστρύχων τοὺς ἑλικτῆρας ἐκ μετώπου κεχυμένους ἀναστέλλων, γέλωτος δὲ ἔμπλεως, ὃ δὴ καὶ παντὸς ἦν ἐπέκεινα θαύματος, ἡδονῆς ἀφιέναι τὴν ὕλην τεκμήρια καὶ τὴν παθῶν δήλωσιν ὑποκρίνεσθαι τὸν χαλκόν. νεβρὶς δὲ αὐτὸν ἔσκεπεν οὐχ οἵαν εἴωθεν ὁ Διόνυσος ἐξάπτεσθαι, ἀλλ᾽ εἰς τὴν τῆς δορᾶς μίμησιν ὁ χαλκὸς μετεβάλλετο, εἱστήκει δὲ τὴν λαιὰν ἐπερείδων τῷ θύρσῳ, ὁ δὲ θύρσος ἠπάτα τὴν αἴσθησιν καὶ ἐκ χαλκοῦ πεποιημένος χλοερόν τι καὶ τεθηλὸς ἀποστίλβειν ἐδοξάζετο πρὸς ταύτην ἀμειβόμενος τὴν ὕλην. ὄμμα δὲ ἦν πυρὶ διαυγές, μανικὸν ἰδεῖν, καὶ [p. 432] γὰρ τὸ βακχεύσιμον ὁ χαλκὸς ἐνεδείκνυτο καὶ ἐπιθειάζειν ἐδόκει, ὥσπερ, οἶμαι, τοῦ Πραξιτέλους καὶ τὸν βακχεῖον οἶστρον ἐγκαταμῖξαι δυνηθέντος.