previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πῶς οὖν ἄν τις δυνηθείη τοὺς γνησίους αὑτῷ γνωρίζειν λόγους; πρῶτον μὲν εἰ ἐπίσταιτο τοὺς τῶν ἄλλων χαρακτῆρας, ἔπειτα τοὺς μὲν Λυσίου παραπλησίους λόγους τούτῳ προσφέροι, τοὺς δ᾽ Ὑπερείδου [p. 305] δόξαντας εἶναί τισι Δεινάρχου λέγοι μακρὰ ταῖς ἐπιγραφαῖς τῶν βυβλίων χαίρειν εἰπών, τοὺς δὲ τῷ Δημοσθενικῷ χαρακτῆρι προσεληλυθότας ὡς οἷόν τε τούτου τοῦ ἀνδρὸς διαβεβαιοῖτο εἶναι. ἐπὶ μὲν γὰρ τῶν ἄλλων ῥητόρων, οὕς μεμίμηται, μεγίστη γνῶσις ὁμοείδεια τῶν λόγων. αὐτίκα μὲν Λυσίας ἔν τε τοῖς ἰδίοις καὶ τοῖς δημοσίοις ἀγῶσιν αὐτὸς αὑτῷ ὁμολογούμενός ἐστιν ... εἰς δὲ τὸν λεκτικὸν τόπον κατὰ τὴν τῶν ὀνομάτων σαφήνειαν καὶ σύνθεσιν αὐτοφυῆ μὲν καὶ λείαν εἶναι δοκοῦσαν, παντὸς δὲ λόγου κατὰ τὴν ἡδονὴν διαφέρουσαν. δ᾽ Ὑπερείδης κατὰ μὲν τὴν ἐκλογὴν τῶν ὀνομάτων ἡττᾶται Λυσίου, κατὰ δὲ τὸν πραγματικὸν τόπον διαφέρει. διηγεῖται δὲ πολλαχῶς, ποτὲ μὲν κατὰ φύσιν ποτὲ δὲ ἀπὸ τοῦ τέλους ἐπὶ τὴν ἀρχὴν πορευόμενος. πιστοῦταί τε οὐ κατ᾽ ἐνθύμημα μόνον, ἀλλὰ καὶ κατ᾽ ἐπιχείρημα πλατύνων. δὲ τούτους τε καὶ τοὺς ἄλλους πάντας ὑπερβαλλόμενος Δημοσθένης, ἅπαντα μιμησάμενος καὶ πάντων τὰ κάλλιστα ἐκλεξάμενος, δῆλος μὲν καὶ τῇ φωνῇ μόνον, δῆλος δὲ καὶ τῷ καθ᾽ ἕνα ἕκαστον λόγον πρέποντι, οὐ μὴν ἀλλὰ καὶ τῇ συνθέσει καὶ τῷ τῶν σχηματισμῶν ἀγκύλῳ καὶ τῇ οἰκονομίᾳ καὶ τῷ πάθει καὶ τὸ μέγιστον τῇ δεινότητι. δὲ Δείναρχος οὔτε [p. 306] ὅμοιος ἐν ἅπασίν ἐστιν οὔτ᾽ ἰδίου τινὸς εὑρετής, δι᾽ οὗ γνώσεταί τις αὐτὸν ἀκριβῶς, τοῦτον τὸν τρόπον: πολὺ γὰρ ἐμφαίνει μιμήσεις τε καὶ αὐτῶν ὡς πρὸς τῶν λόγων τἀρχέτυπον διαφοράν, ὡς καὶ ἐπὶ τῶν Ἰσοκράτους μαθητῶν καὶ αὐτοῦ τοῦ Ἰσοκράτους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: