previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἄλλων φίλων κάθοδος, περιμένων. συγχωρήσαντος δὲ τοῦ βασιλέως μετὰ τῶν ἄλλων φυγάδων κἀκείνῳ κατελθεῖν, ἀφικόμενος εἰς Ἀθήνας καὶ παρ᾽ ἑνὶ τῶν φίλων Προξένῳ καταχθεὶς τὸ χρυσίον ἀπολλύει γηραιὸς ὢν ἤδη καὶ τὰς ὄψεις ἀσθενής. ὀλιγώρως δ᾽ ἔχοντος τοῦ Προξένου πρὸς τὴν ζήτησιν, δίκην ἔλαχεν αὐτῷ περὶ τῶν χρημάτων αὐτὸς οὐδεπώποτε πρότερον εἰς δικαστήριον παρελθών. οὗτος μὲν βίος τἀνδρός. ἀποδείκνυται δ᾽ ἕκαστον αὐτῶν ἔκ τε τῶν ἱστοριῶν τῶν Φιλοχόρου καὶ ἐξ ὧν αὐτὸς περὶ αὐτοῦ [p. 301] ξυνέγραψεν ἐν τῷ λόγῳ τῷ κατὰ Προξένου, ὃς εἴρηται μὲν μετὰ τὴν φυγήν, προσκειμένην δὲ ἔχει τὴν γραφὴν ταύτην: “Δείναρχος Σωστράτου Κορίνθιος Προξένῳ, σύνειμι, βλάβης ταλάντων δύο. ἔβλαψέ με Πρόξενος, ὑποδεξάμενος εἰς τὴν οἰκίαν τὴν ἑαυτοῦ τὴν ἐν ἀγρῷ, ὅτε πεφευγὼς Ἀθήνηθεν κατῄειν ἐκ Χαλκίδος, χρυσίου μὲν στατῆρας ὀγδοήκοντα καὶ διακοσίους καὶ πέντε, οὓς ἐκόμισα ἐκ Χαλκίδος εἰδότος Προξένου καὶ εἰσῆλθον ἔχων εἰς τὴν οἰκίαν αὐτοῦ, ἀργυρώματα δὲ οὐκ ἔλαττον εἴκοσι μνῶν ἄξια, ἐπιβουλεύσας τούτοις.” οὐ μὴν ἀλλὰ καὶ ἐν αὐτῷ τῷ λόγῳ εὐθὺς μὲν ἐν ἀρχῇ περὶ τοῦ μηδεμίαν δίκην πρότερον εἰσελθεῖν δεδήλωκεν, ἐν δὲ τοῖς πρότερον μετὰ ταῦτα πρῶτον μὲν ἐν τῷ προοιμίῳ τὴν βλάβην τὴν γενομένην αὐτῷ διὰ Προξένου δεδήλωκεν, ἐν δὲ τοῖς ἑξῆς περί τε τῆς φυγῆς καὶ τῶν ἄλλων διεξέρχεται πάντων, ἐξ ὧν γίγνεται φανερὰ τὰ προειρημένα, καὶ ἔτι πρὸς τούτοις, ὅτι ξένος διέμεινε καὶ γέρων ἤδη ὢν εἶπε τὸν λόγον, ἐξ ὦν ἐπὶ τῷ τέλει τῆς δίκης εἴρηκε. ταῦτα μὲν αὐτὸς Δείναρχος περὶ ἑαυτοῦ. Φιλόχορος δὲ ἐν ταῖς Ἀττικαῖς ἱστορίαις περί τε τῆς φυγῆς τῶν καταλυσάντων τὸν δῆμον καὶ περὶ τῆς καθόδου πάλιν οὕτως λέγει: “τοῦ γὰρ Ἀναξικράτους ἄρχοντος εὐθὺ μὲν τῶν Μεγαρέων πόλις ἑάλω: δὲ Δημήτριος [p. 302] βασιλεὺς κατελθὼν ἐκ τῶν Μεγάρων κατεσκευάζετο τὰ πρὸς τὴν Μουνυχίαν καὶ τὰ τείχη κατασκάψας ἀπέδωκε τῷ δήμῳ. ὕστερον δὲ εἰσηγγέλθησαν πολλοὶ τῶν πολιτῶν, ἐν οἷς καὶ Δημήτριος Φαληρεύς. τῶν δ᾽ εἰσαγγελθέντων οὓς μὲν οὐχ ὑπομείναντας τὴν κρίσιν ἐθανάτωσαν τῇ ψήφῳ, οὓς δ᾽ ὑπακούσαντας ἀκούσαντας ἀπέλυσαν.” ταῦτα μὲν οὖν τῆς ὀγδόης. ἐν δὲ τῇ ἐνάτῃ φησί: “τοῦ δ᾽ ἐνιαυτοῦ τουδὶ διελθόντος, ἑτέρου δ᾽ εἰσιόντος, ἐν ἀκροπόλει σημεῖον ἐγένετο τοιοῦτον: κύων εἰς τὸν τῆς Πολιάδος νεὼν εἰσελθοῦσα καὶ δῦσα εἰς τὸ Πανδρόσειον, ἐπὶ τὸν βωμὸν ἀναβᾶσα τοῦ Ἑρκείου Διὸς τὸν ὑπὸ τῇ ἐλαίᾳ κατέκειτο. πάτριον δ᾽ ἐστὶ τοῖς Ἀθηναίοις, κύνα μὴ ἀναβαίνειν εἰς ἀκρόπολιν. περὶ τὸν αὐτὸν δὲ χρόνον καὶ ἐν τῷ οὐρανῷ μεθ᾽ ἡμέραν ἡλίου τ᾽ ἐξέχοντος καὶ οὔσης αἰθρίας ἀστὴρ ἐπί τινα χρόνον ἐγένετο ἐκφανής. ἡμεῖς δ᾽ ἐρωτηθέντες ὑπέρ τε τοῦ σημείου καὶ τοῦ φαντάσματος, εἰς φέρει, φυγάδων κάθοδον ἔφαμεν προσημαίνειν ἀμφότερα καὶ ταύτην οὐκ ἐκ μεταβολῆς πραγμάτων ἐσομένην, ἀλλ᾽ ἐν τῇ καθεστώσῃ πολιτείᾳ: καὶ τὴν κρίσιν ἐπιτελεσθῆναι συνέβη.”

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: