previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οὕτω δὲ τῶν πραγμάτων τῷ Νίνῳ προχωρούντων δεινὴν ἐπιθυμίαν ἔσχε τοῦ καταστρέψασθαι τὴν Ἀσίαν ἅπασαν τὴν ἐντὸς Τανάιδος καὶ Νείλου: ὡς ἐπίπαν γὰρ τοῖς εὐτυχοῦσιν τῶν πραγμάτων εὔροια τὴν τοῦ πλείονος ἐπιθυμίαν παρίστησι. διόπερ τῆς μὲν Μηδίας σατράπην ἕνα τῶν περὶ αὑτὸν φίλων κατέστησεν, αὐτὸς δ᾽ ἐπῄει τὰ κατὰ τὴν Ἀσίαν ἔθνη καταστρεφόμενος, καὶ χρόνον ἑπτακαιδεκαετῆ καταναλώσας πλὴν Ἰνδῶν καὶ Βακτριανῶν τῶν ἄλλων ἁπάντων κύριος ἐγένετο. [2] τὰς μὲν οὖν καθ᾽ ἕκαστα μάχας τὸν ἀριθμὸν ἁπάντων [p. 172] τῶν καταπολεμηθέντων οὐδεὶς τῶν συγγραφέων ἀνέγραψε, τὰ δ᾽ ἐπισημότατα τῶν ἐθνῶν ἀκολούθως Κτησίᾳ τῷ Κνιδίῳ πειρασόμεθα συντόμως ἐπιδραμεῖν. [3] κατεστρέψατο μὲν γὰρ τῆς παραθαλαττίου καὶ τῆς συνεχοῦς χώρας τήν τε Αἴγυπτον καὶ Φοινίκην, ἔτι δὲ Κοίλην Συρίαν καὶ Κιλικίαν καὶ Παμφυλίαν καὶ Λυκίαν, πρὸς δὲ ταύταις τήν τε Καρίαν καὶ Φρυγίαν καὶ Μυσίαν καὶ Λυδίαν, προσηγάγετο δὲ τήν τε Τρῳάδα καὶ τὴν ἐφ᾽ Ἑλλησπόντῳ Φρυγίαν καὶ Προποντίδα καὶ Βιθυνίαν καὶ Καππαδοκίαν καὶ τὰ κατὰ τὸν Πόντον ἔθνη βάρβαρα κατοικοῦντα μέχρι Τανάιδος, ἐκυρίευσε δὲ τῆς τε Καδουσίων χώρας καὶ Ταπύρων, ἔτι δ᾽ Ὑρκανίων καὶ Δραγγῶν, πρὸς δὲ τούτοις Δερβίκων καὶ Καρμανίων καὶ Χωρομναίων, ἔτι δὲ Βορκανίων καὶ Παρθυαίων, ἐπῆλθε δὲ καὶ τὴν Περσίδα καὶ τὴν Σουσιανὴν καὶ τὴν καλουμένην Κασπιανήν, εἰς ἥν εἰσιν εἰσβολαὶ στεναὶ παντελῶς, διὸ καὶ προσαγορεύονται Κάσπιαι πύλαι. [4] πολλὰ δὲ καὶ ἄλλα τῶν ἐλαττόνων ἐθνῶν προσηγάγετο, περὶ ὧν μακρὸν ἂν εἴη λέγειν. τῆς δὲ Βακτριανῆς οὔσης δυσεισβόλου καὶ πλήθη μαχίμων ἀνδρῶν ἐχούσης, ἐπειδὴ πολλὰ πονήσας ἄπρακτος ἐγένετο, τὸν μὲν πρὸς Βακτριανοὺς πόλεμον εἰς ἕτερον ἀνεβάλετο καιρόν, τὰς δὲ δυνάμεις ἀναγαγὼν εἰς τὴν Ἀσσυρίαν ἐξελέξατο τόπον εὔθετον εἰς πόλεως μεγάλης κτίσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: