Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[9]
τότε μὲν δὴ ἐπὶ τὰς
νέας ἀπῆλθεν: ὑπὸ δὲ τὴν ἕω τὰς νέας ἐνεώλκεεν, ἐπισκευῆς
τε εἵνεκα, ὅσαι αὐτέων κατὰ τὸν πλόον ἐπεπονήκεσαν,
καὶ ἅμα ὅτι ἐν τῷ χώρῳ τούτῳ ὑπολείπεσθαί οἱ
ἐδόκεε τὸν πολλὸν στρατόν. χάρακά τε ὦν περιβάλλεται
διπλόον τῷ ναυστάθμῳ, καὶ τεῖχος γήινον καὶ
τάφρον βαθέαν, ἀπὸ τοῦ ποταμοῦ τῆς ὄχθης ἀρξάμενος
ἔστε ἐπὶ τὸν αἰγιαλόν, ἵνα αἱ νέες αὐτῷ ἀνειρυσμέναι ἦσαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.