Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἐπειδὴ
δὲ ἐλθόντα ποτὲ ἀπέκλεισα — Καλλίδης γὰρ ὁ γραφεὺς
ἔνδον ἦν δέκα δραχμὰς πεπομφώς — τὸ μὲν πρῶτον
ἀπῆλθέ μοι λοιδορησάμενος: ἐπεὶ δὲ πολλαὶ μὲν διῆλθον
ἡμέραι, ἐγὼ δὲ οὐ προσέπεμπον, ὁ Καλλίδης δὲ ἔνδον
ἦν αὖθις, ὑποθερμαινόμενος ἤδη τότε ὁ Δημόφαντος
καὶ αὐτὸς ἀναφλέγεται ἐς τὸ πρᾶγμα καὶ ἐπιστάς ποτε
[p. 252]
ἀνεῳγμένην τηρήσας τὴν θύραν ἔκλαεν, ἔτυπτεν, ἠπείλει
φονεύσειν, περιερρήγνυε τὴν ἐσθῆτα, ἅπαντα ἐποίει,
καὶ τέλος τάλαντον δοὺς μόνος εἶχεν ὀκτὼ ὅλους μῆνας.
[p. 301] ἡ γυνὴ δὲ αὐτοῦ πρὸς ἅπαντας ἔλεγεν ὡς ὑπὸ φαρμάκων
ἐκμήναιμι αὐτόν. τὸ δὲ ἦν ἄρα ζηλοτυπία τὸ φάρμακον.
ὥστε, ὦ Χρυσί, καὶ σὺ χρῶ ἐπὶ τὸν Γοργίαν τῷ αὐτῷ
φαρμάκῳ: πλούσιος δὲ ὁ νεανίσκος ἔσται, ἤν τι ὁ πατὴρ αὐτοῦ πάθῃ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.