Μυρτάλη
ἀλλ᾽ ἐκοιμήθης νύκτας δύο.
[p. 320]
Δωρίων
καὶ ὁπότε ἧκον ἐκ Συρίας, ἀλάβαστρον μύρου
ἐκ Φοινίκης, δύο καὶ τοῦτο δραχμῶν νὴ τὸν Ποσειδῶ.
Μυρτάλη
ἐγὼ δέ σοι ἐκπλέοντι τὸ μικρὸν ἐκεῖνο χιτώνιον
τὸ μέχρι τῶν μηρῶν, ὡς ἔχοις ἐρέττων, Ἐπιούρου
τοῦ πρωρέως ἐκλαθομένου αὐτὸ παρ᾽ ἡμῖν, ὁπότε ἐκάθευδε παρ᾽ ἐμοί.
Δωρίων
ἀπέλαβεν αὐτὸ γνωρίσας ὁ Ἐπίουρος πρῴην
ἐν Σάμῳ μετὰ πολλῆς γε, ὦ θεοί, τῆς μάχης. κρόμμυα
δὲ ἐκ Κύπρου καὶ σαπέρδας πέντε καὶ πέρκας τέτταρας,
ὁπότε κατεπλεύσαμεν ἐκ Βοσπόρου, ἐκόμισά σοι. τί οὖν;
καὶ ἄρτους ὀκτὼ ναυτικοὺς ἐν γυργάθῳ ξηροὺς καὶ ἰσχάδων
βῖκον ἐκ Καρίας καὶ ὕστερον ἐκ Πατάρων σανδάλια
ἐπίχρυσα, ὦ ἀχάριστε: καὶ τυρόν ποτε μέμνημαι τὸν μέγαν ἐκ Γυθίου.
Μυρτάλη
πέντε ἴσως δραχμῶν, ὦ Δωρίων, πάντα ταῦτα