Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[30]
ἐπεὶ καὶ τῆς μανίας αὐτῆς μυρία εἴδη ἐστὶν καὶ παμπόλλας ἔχει τὰς αἰτίας καὶ οὐδὲ τὰς
προσηγορίας αὐτὰς ὁμοίας: οὐ γὰρ ταὐτὸν παρανοεῖν καὶ
παραπαίειν καὶ λυττᾶν καὶ μεμηνέναι, ἀλλὰ ταῦτα
πάντα τοῦ μᾶλλον ἢ ἧττον ἔχεσθαι τῇ νόσῳ ὀνόματά ἐστιν. αἰτίαι τε τοῖς μὲν ἀνδράσιν ἄλλαι, ταῖς δὲ γυναιξὶν ἕτεραι, καὶ τῶν ἀνδρῶν αὐτῶν τοῖς μὲν νέοις ἄλλαι, τοῖς δὲ γεγηρακόσιν διάφοροι, οἷον νέοις μὲν πλῆθος ^ ὡς τὸ πολύ, γέροντας δὲ καὶ διαβολὴ
ἄκαιρος καὶ ὀργὴ ἄλογος πολλάκις κατ᾽ οἰκείων ἐμπεσοῦσα τὸ μὲν πρῶτον διετάραξεν, εἶτα κατ᾽
ὀλίγον ἐς μανίαν περιέτρεψεν. γυναικῶν δὲ πολλὰ καθικνεῖται καὶ ῥᾳδίως ἐς τὴν νόσον ἐπάγεται, μάλιστα δὲ μῖσος κατά τινος πολὺ ἢ φθόνος ἐπ᾽ ἐχθρῷ εὐτυχοῦντι ἢ λύπη τις ἢ ὀργή: κατ᾽ ὀλίγον ταῦτα ὑποτυφόμενα καὶ μακρῷ χρόνῳ ἐντρεφόμενα μανίαν ἀποτελεῖ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.