Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[21]
τὰ μὲν δὴ πρῶτα τῆς σωφροσύνης τοῦ πατρὸς λύσις ἦν τῆς ἀποκηρύξεως, καὶ σωτὴρ καὶ εὐεργέτης
καὶ πάντα ἦν ἐγώ. καὶ οὐδέν, οἶμαι, τούτοις ἔγκλημα προσεῖναι ἐδύνατο. τὰ μετὰ ταῦτα δέ, τί τῶν πάντων αἰτιᾷ; τίνα θεραπείαν, τίνα ἐπιμέλειαν υἱοῦ παρῆκα ; πότε ἀπόκοιτος ἐγενόμην ; τίνας
πότους ἀκαίρους, τίνας κώμους ἐγκαλεῖς ; τίς ἀσωτία ; τίς πορνοβοσκὸς ὕβρισται ; τίς
ᾐτιάσατο ; οὐδὲ εἷς. καὶ μὴν ταῦτ᾽ ἐστὶν ἐφ᾽ οἷς μάλιστα ὁ νόμος ἀποκηρύττειν ἐφίησιν. ‘ ἀλλὰ νοσεῖν ἤρξατο ἡ μητρυιά.’ τί οὖν ; ἐμοὶ τοῦτ᾽ ἐγκαλεῖς καὶ νόσου δίκην ἀπαιτεῖς ;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.