This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘
[4]
σμῆν, ὡς θριδακίνας μάττοιτε ἡμῖν. ἐγὼ δὲ ξηραλοιφήσω ἀπελθών.’
‘ καὶ ἡμεῖς,’ ἦ δ᾽ ὃς ὁ Φιλῖνος, ‘ἐγώ τε καὶ
Ὀνόμαρχος καὶ Ἑλλάνικος οὑτοσὶ ἑψόμεθα: καὶ γὰρ ὁ γνώμων σκιάζει μέσην τὴν πόλον, καὶ
[p. 300] δέος μὴ ἐν λουτρίῳ ἀπολουσώμεθα κατόπιν τῶν
Καριμάντων μετὰ τοῦ σύρφακος βύζην ὠστιζόμενοι.’ καὶ ὁ Ἑλλάνικος ἔφη, ‘ἐγὼ δὲ καὶ δυσωπῶ: καὶ γὰρ τὰ κόρα μοι ἐπιτεθόλωσθον καὶ σκαρδαμύττω θαμὰ καὶ ἀρτίδακρύς εἰμι καὶ τὰ
ὄμματά μοι φαρμακᾷ καὶ δέομαι Ἀσκληπιάδου τινὸς ὀφθαλμοσόφου, ὃς ταράξας καὶ ἐγχέας μοι φάρμακον ἀπερυθριᾶσαί τε ποιήσει τοὺς ὀφθαλμοὺς
καὶ μηκέτι τι λημαλέους εἶναι μηδὲ διερὸν βλέπειν.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.