This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘
[10]
εἶτ᾽ εὐθὺς ἐντυγχάνω δᾳδούχῳ τε καὶ ἱεροφάντῃ καὶ τοῖς ἄλλοις ἀρρητοποιοῖς Δεινίαν σύρουσιν ἄγδην ἐπὶ τὴν ἀρχήν, ἔγκλημα ἐπάγοντας ὅτι
ὠνόμαζεν αὐτούς, καὶ ταῦτα εὖ εἰδὼς ὅτι ἐξ οὗπερ
ὡσιώθησαν, ἀνώνυμοί τέ εἰσι καὶ οὐκέτι ὀνομαστοὶ
ὡς ἂν ἱερώνυμοι ἤδη γεγενημένοι.’
‘ οὐκ οἶδα,’ ἦν δ᾽ ἐγώ, ‘ὃν λέγεις τὸν Δεινίαν αἰκάλλει δ᾽ οὖν με τοὔνομα.’
‘ἔστιν,’ ἦ δ᾽
[p. 308]
ὅς, ‘ἐν τοῖς σκιραφείοις ἐγκαψικήδαλος ^ ἄνθρωπος τῶν αὐτοληκύθων καὶ τῶν αὐτοκαβδάλων, ἀεὶ
κουριῶν, ἐνδρομίδας ὑποδούμενος ἢ βαυκίδας, ἀμφιμάσχαλον ἔχων.’
‘τί οὖν,’ ἦν δ᾽ ἐγώ, ‘ ἔδωκεν ἀμηγέπη δίκην ἢ λὰξ πατήσας ᾤχετο ;’
‘ καὶ μὴν ἐκεῖνός γε,’ ἦ δ᾽ ὅς, ‘ὁ τέως σαυλούμενος,^ ἤδη ἔμπεδός ἐστιν: ὁ γὰρ στρατηγὸς καίτοι ἀτιμαγελοῦντι καρπόδεσμά τε αὐτῷ περιθεὶς καὶ περιδέραιον ἐν ποδοκάκαις καὶ
ποδοστράβαις ἐποίησεν εἶναι. ὥστε ἔνδεσμος ὢν
ὑπέβδυλλέν τε ὁ κακοδαίμων ὑπὸ τοῦ δέους καὶ
πορδαλέος ἦν καὶ χρήματα ἀντίψυχα διδόναι
ἤθελεν.’
‘
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.