Φίλος
καινὸν οὐδέν, ἀλλ᾽ οἷα καὶ πρὸ τοῦ ἁρπάζουσιν, ἐπιορκοῦσιν, τοκογλυφοῦσιν, ὀβολοστατοῦσιν.
Μένιππος
ἄθλιοι καὶ κακοδαίμονες: οὐ γὰρ ἴσασιν οἷα ἔναγχος κεκύρωται παρὰ τοῖς κάτω καὶ οἷα κεχειροτόνηται τὰ ψηφίσματα κατὰ τῶν πλουσίων, ἃ μὰ τὸν Κέρβερον οὐδεμία μηχανὴ τὸ διαφυγεῖν αὐτούς.
Φίλος
τί φής ; δέδοκταί τι νεώτερον τοῖς κάτω περὶ τῶν ἐνθάδε ;
Μένιππος
νὴ Δία, καὶ πολλά γε: ἀλλ᾽ οὐ θέμις ἐκφέρειν
αὐτὰ πρὸς ἅπαντας οὐδὲ ἐξαγορεύειν τὰ ἀπόρρητα,
μὴ καί τις ἡμᾶς γράψηται γραφὴν ἀσεβείας ἐπὶ
τοῦ Ῥαδαμάνθυος.
Φίλος
μηδαμῶς, ὦ Μένιππε, πρὸς τοῦ Διός, μὴ φθονήσῃς τῶν λόγων φίλῳ ἀνδρί: πρὸς γὰρ εἰδότα σιωπᾶν ἐρεῖς, τὰ τ᾽ ἄλλα καὶ πρὸς μεμυημένον.
Μένιππος
χαλεπὸν μὲν ἐπιτάττεις τὸ , ἐπίταγμα καὶ οὐ
πάντῃ εὐσεβές πλὴν ἀλλὰ σοῦ γε ἕνεκα
τολμητέον. ἔδοξε δὴ τοὺς πλουσίους τούτους
[p. 78] καὶ πολυχρημάτους καὶ τὸ χρυσίον κατάκλειστον
ὥσπερ τὴν Δανάην φυλάττοντας —
Φίλος
μὴ πρότερον εἴπῃς, ὦγαθέ, τὰ δεδογμένα πρὶν ἐκεῖνα διελθεῖν ἃ μάλιστ᾽ ἂν ἡδέως ἀκούσαιμί σου, τίς ἡ ἐπίνοιά σοι τῆς καθόδου ἐγένετο, τίς δ᾽
ὁ τῆς πορείας ἡγεμών, εἶθ᾽ ἑξῆς ἅ τε εἶδες ἅ τε ἤκουσας παρ᾽ αὐτοῖς: εἰκὸς γὰρ δὴ φιλόκαλον
ὄντα σε μηδὲν τῶν ἀξίων θέας ἢ ἀκοῆς
παραλιπεῖν.