Φίλος
οὐ Μένιππος οὗτός ἐστιν ὁ κύων ; οὐ μὲν οὖν ἄλλος, εἰ μὴ ἐγὼ παραβλέπω: Μένιππος ὅλος.^
τί οὖν αὐτῷ βούλεται τὸ ἀλλόκοτον τοῦ σχήματος, πῖλος καὶ λύρα καὶ λεοντῆ ; πλὴν ἀλλὰ προσιτέον
γε αὐτῷ. χαῖρε, ὦ Μένιππε: πόθεν ἡμῖν ἀφῖξαι ; πολὺς γὰρ χρόνος οὐ πέφηνας ἐν τῇ πόλει.^
Μένιππος
ἥκω νεκρῶν κευθμῶνα καὶ σκότου πύλας
λιπών, ἵν᾽ Αιδης χωρὶς ᾤκισται θεῶν.
Φίλος
Ἡράκλεις, ἐλελήθει Μένιππος ἡμᾶς
ἀποθανών, κᾆτα ἐξ ὑπαρχῆς ἀναβεβίωκεν ;
[p. 74]
Μένιππος
οὔκ, ἀλλ᾽ ἔτ᾽ ἔμπνουν Ἀΐδης μ᾽ ἐδέξατο.
Φίλος
τίς δὴ αἰτία σοι τῆς καινῆς καὶ παραδόξου ταύτης ἀποδημίας ;
Μένιππος
νεότης μ᾽ ἐπῆρε καὶ θράσος τοῦ νοῦ πλέον.
Φίλος
παῦσαι, μακάριε, τραγῳδῶν καὶ λέγε οὑτωσί πως ἁπλῶς καταβὰς ἀπὸ τῶν ἰαμβείων, τίς ἡ
στολὴ ; τί σοι τῆς κάτω πορείας ἐδέησεν ; ἄλλως γὰρ οὐχ ἡδεῖά τις οὐδὲ ἀσπάσιος ἡ ὁδός.
Μένιππος
φιλότης, χρειώ με κατήγαγεν εἰς Ἀΐδαο ψυχῇ χρησόμενον Θηβαίου. Τειρεσίαο.
Φίλος
οὗτος, ἀλλ᾽ ἦ παραπαίεις οὐ γὰρ ἂν οὕτως ἐμμέτρως ἐρραψῴδεις πρὸς ἄνδρας φίλους.
Μένιππος
μὴ θαυμάσῃς, ὦ ἑταῖρε: νεωστὶ γὰρ Εὐριπίδῃ καὶ Ὁμήρῳ συγγενόμενος οὐκ οἶδ᾽ ὅπως
ἀνεπλήσθην τῶν ἐπῶν καὶ αὐτόματά μοι τὰ μέτρα ἐπὶ
[p. 76]