[5] πολλοὺς δὲ καὶ Μάριος ἐν Ῥώμῃ τῶν Σύλλα φίλων ἀνῃρήκει, καὶ δούλοις ἐλευθερίαν ἐκήρυττεν ἐπὶ συμμαχίᾳ: λέγονται δὲ τρεῖς μόνοι προσγενέσθαι. μικρὰ δ̓: ἀντιστὰς εἰσελάσαντι τῷ Σύλλᾳ καὶ ταχέως ἐκβιασθεὶς ἔφυγε. τῶν δὲ περὶ αὐτόν, ὡς πρῶτον ἐξέπεσε τῆς πόλεως, διασπαρέντων, σκότους ὄντος εἴς τι τῶν ἐπαυλίων αὑτοῦ Σολώνιον κατέφυγε, [6] καὶ τὸν μὲν υἱὸν ἔπεμψεν ἐκ τῶν Μουκίου τοῦ πενθεροῦ χωρίων οὐ μακρὰν ὄντων τὰ ἐπιτήδεια ληψόμενον, αὐτὸς δὲ καταβὰς εἴς Ὠστίαν, φίλου τινὸς Νουμερίου πλοῖον αὐτῷ παρασκευάσαντος, οὐκ ἀναμείνας τὸν υἱόν, ἀλλὰ Γράνιον ἔχων μεθ᾽ αὑτοῦ τὸν πρόγονον ἐξέπλευσεν. ὁ δὲ νεανίας, ὡς ἦλθεν εἴς τὰ χωρία τοῦ Μουκίου, λαμβάνων τι καὶ σκευαζόμενος ἡμέρας καταλαβούσης οὐ παντάπασι τοὺς πολεμίους ἔλαθεν, ἀλλ᾽ ἦλθον ἱππεῖς ἐλαύνοντες καθ᾽ ὑπόνοιαν ἐπὶ [7] τὸν τόπον οὓς ὁ τῶν ἀγρῶν ἐπιμελητὴς προϊδόμενος ἔκρυψε τὸν Μάριον ἐν ἁμάξῃ κυάμους ἀγούσῃ, καὶ βοῦς ὑποζεύξας ἀπήντα τοῖς ἱππεῦσιν εἴς πόλιν ἐλαύνων τὴν ἅμαξαν. οὕτω δὲ πρὸς τὴν οἰκίαν τῆς γυναικὸς ὁ Μάριος διακομισθεὶς καὶ λαβὼν ὅσων ἐδεῖτο νυκτὸς ἐπὶ θάλασσαν ἧκε καὶ νεὼς ἐπιβὰς εἴς Λιβύην πλεούσης ἀπεπέρασεν.