Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
εἰσὶ δὲ οἳ τὴν Κελτικὴν διὰ βάθος χώρας
καὶ μέγεθος ἀπὸ τῆς ἔξω θαλάσσης καὶ τῶν ὑπαρκτίων κλιμάτων πρὸς
ἥλιον ἀνίσχοντα κατὰ τὴν Μαιῶτιν ἐπιστρέφουσαν ἅπτεσθαι τῆς Ποντικῆς
Σκυθίας λέγουσι, κἀκεῖθεν τὰ γένη μεμεῖχθαι. τούτους ἐξαναστάντας οὐκ ἐκ
μιᾶς ὁρμῆς οὐδὲ συνεχῶς, ἀλλὰ ἔτους ὥρᾳ καθ᾽ ἕκαστον ἐνιαυτὸν εἰς
τοὔμπροσθεν ἀεὶ χωροῦντας πολέμῳ χρόνοις πολλοῖς ἐπελθεῖν τὴν ἤπειρον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.