ἐν δὲ τῷ χρόνῳ τούτῳ Χρυσόγονος ἀπελεύθερος Σύλλα προσαγγείλας τινὸς οὐσίαν ὡς ἐκ προγραφῆς ἀναιρεθέντος αὐτὸς ἐωνήσατο δισχιλίων δραχμῶν, [3] ἐπεὶ δὲ Ῥώσκιος ὁ υἱὸς καί κληρονόμος τοῦ τεθνηκότος. ἠγανάκτει καί τὴν [p. 88] οὐσίαν ἀπεδείκνυε πεντήκοντα καί διακοσίων ταλάντων οὖσαν ἀξίαν, ὅ τε Σύλλας ἐλεγχόμενος ἐχαλέπαινε καί δίκην πατροκτονίας ἐπῆγε τῷ Ῥωσκίῳ, τοῦ Χρυσογόνου κατασκευάσαντος, ἐβοήθει δ᾽ οὐδείς, ἀλλ᾽ ἀπετρέποντο τοῦ Σύλλα τὴν χαλεπότητα δεδοικότες, [4] οὕτω δὴ δι᾽ ἐρημίαν τοῦ μειρακίου τῷ Κικέρωνι προσφυγόντος οἱ φίλοι συμπαρώρμων, ὡς οὐκ ἂν αὐτῷ λαμπροτέραν αὖθις ἀρχὴν πρὸς δόξαν ἑτέραν οὐδὲ καλλίω γενησομένην. ἀναδεξάμενος οὖν τὴν συνηγορίαν καὶ κατορθώσας ἐθαυμάσθη: δεδιὼς δὲ τὸν Σύλλαν ἀπεδήμησεν εἰς τὴν Ἑλλάδα, διασπείρας λόγον ὡς τοῦ σώματος αὐτῷ θεραπείας δεομένου. [5] καί γὰρ ἦν ὄντως ἰσχνὸς καί ἄσαρκος, ἀρρωστίᾳ στομάχου μικρὰ καί γλίσχρα μόγις ὀψὲ τῆς ὥρας προσφερόμενος: ἡ δὲ φωνὴ πολλὴ μὲν καί ἀγαθή, σκληρὰ δὲ καί ἄπλαστος, ὑπὸ δὲ τοῦ λόγου σφοδρότητα καί πάθος ἔχοντος ἀεὶ διὰ τῶν ἄνω τόνων ἐλαυνομένη φόβον παρεῖχεν ὑπὲρ τοῦ σώματος: