previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μέλλων δὲ Κράσσος εἰς Συρίαν ἀπαίρειν ἐβούλετο τὸν Κικέρωνα μᾶλλον αὐτῷ φίλον ἐχθρὸν εἶναι: καί φιλοφρονούμενος ἔφη βούλεσθαι δειπνῆσαι παρ᾽ αὐτῷ: κἀκεῖνος ὑπεδέξατο προθύμως. ὀλίγαις δ᾽ ὕστερον ἡμέραις περὶ Βατινίου φίλων τινῶν ἐντυγχανόντων ὡς μνωμένου διαλύσεις καί φιλίαν ἦν γὰρ ἐχθρός, ‘οὐ δήπου καί Βατίνιος,’ εἶπε, ‘δειπνῆσαι παρ᾽ ἐμοὶ βούλεται;’ πρὸς μὲν οὖν Κράσσον τοιοῦτος, [2] αὐτὸν δὲ τὸν Βατίνιον ἔχοντα χοιράδας ἐν τῷ τραχήλῳ καί λέγοντα δίκην οἰδοῦντα ῥήτορα προσεῖπεν. ἀκούσας δ᾽ ὅτι τέθνηκεν, εἶτα μετὰ μικρὸν πυθόμενος σαφῶς ὅτι ζῇ, ‘κακὸς τοίνυν ἀπόλοιτο κακῶς ψευσάμενος.’ [3] ἐπεὶ δὲ Καίσαρι ψηφισαμένῳ τὴν ἐν Καμπανίᾳ χώραν κατανεμηθῆναι τοῖς στρατιώταις πολλοὶ μὲν ἐδυσχέραινον ἐν τῇ βουλῇ, Λεύκιος δὲ Γέλλιος ὁμοῦ τι πρεσβύτατος ὢν εἶπεν ὡς οὐ γενήσεται τοῦτο ζῶντος αὐτοῦ, ‘περιμείνωμενεἶπεν Κικέρων, ‘μακρὰν γὰρ οὐκ αἰτεῖται Γέλλιος ὑπέρθεσιν.’ [4] ἦν δέ τις Ὀκταούιος αἰτίαν ἔχων ἐκ Λιβύης γεγονέναι: πρὸς τοῦτον ἔν τινι δίκῃ λέγοντα τοῦ Κικέρωνος μὴ ἐξακούειν, ‘καὶ μὴν οὐκ ἔχεις,’ εἶπε, ‘τὸ οὖς ἀτρύπητον.’ Μετέλλου δὲ Νέπωτος εἰπόντος ὅτι πλείονας καταμαρτυρῶν ἀνῄρηκεν συνηγορῶν σέσωκεν, ‘ὁμολογῶ γάρ,’ ἔφη, ‘πίστεως ἐν ἐμοὶ πλέον δεινότητος εἶναι.’ [5] νεανίσκου δέ τινος αἰτίαν ἔχοντος ἐν πλακοῦντι φάρμακον τῷ πατρὶ δεδωκέναι [p. 148] θρασυνομένου καί λέγοντος ὅτι λοιδορήσει τὸν Κικέρωνα, ‘τοῦτο,’ ἔφη, ‘παρὰ σοῦ βούλομαι μᾶλλον πλακοῦντα.’ Ποπλίου δὲ Σηστίου συνήγορον μὲν αὐτὸν ἔν τινι δίκῃ παραλαβόντος μεθ᾽ ἑτέρων, αὐτοῦ δὲ πάντα βουλομένου λέγειν καί μηδενὶ παριέντος εἰπεῖν, ὡς δῆλος ἦν ἀφιέμενος ὑπὸ τῶν δικαστῶν ἤδη τῆς ψήφου φερομένης, ‘χρῶ σήμερον,’ ἔφη, ‘τῷ καιρῷ, Σήστιε [6] μέλλεις γὰρ αὔριον ἰδιώτης εἶναιΠόπλιον δὲ Κώνσταν νομικὸν εἶναι βουλόμενον, ὄντα δ᾽ ἀμαθῆ καί ἀφυῆ, πρός τινα δίκην ἐκάλεσε μάρτυρα: τοῦ δὲ μηδὲν εἰδέναι φάσκοντος, ‘ἴσως,’ ἔφη, ‘δοκεῖς περὶ τῶν νομικῶν ἐρωτᾶσθαι.’ Μετέλλου δὲ Νέπωτος ἐν διαφορᾷ τινι πολλάκις λέγοντοςτίς σοῦ πατήρ ἐστιν,’ Κικέρωνσοὶ ταύτηνἔφητὴν ἀπόκρισιν μήτηρ χαλεπωτέραν ἐποίησεν.’ [7] ἐδόκει δ᾽ ἀκόλαστος μήτηρ εἶναι τοῦ Νέπωτος, αὐτὸς δέ τις εὐμετάβολος. καί ποτε τὴν δημαρχίαν ἀπολιπὼν ἄφνω πρὸς Πομπήϊον ἐξέπλευσεν εἰς Συρίαν, εἶτ᾽ ἐκεῖθεν ἐπανῆλθεν ἀλογώτερον. θάψας δὲ Φίλαγρον τὸν καθηγητὴν ἐπιμελέστερον ἐπέστησεν αὐτοῦ τῷ τάφῳ κόρακα λίθινον καί Κικέρων: ‘τοῦτ᾽,’ ἔφησοφώτερον ἐποίησας: πέτεσθαι γάρ σε μᾶλλον λέγειν ἐδίδαξεν.’ [8] ἐπεὶ δὲ Μᾶρκος Ἄππιος ἔν τινι δίκῃ προοιμιαζόμενος εἶπε φίλον αὐτοῦ δεδεῆσθαι παρασχεῖν ἐπιμέλειαν καί λογιότητα καί πίστιν, ‘εἶθ᾽ οὕτως,’ ἔφη, ‘σιδηροῦς γέγονας ἄνθρωπος ὥστε μηδὲν ἐκ τοσούτων ὧν ᾐτήσαθ᾽ φίλος παρασχεῖν;’ [p. 150]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: