22.
ὁκόσα δὲ ἐκχυμώματα, ἢ φλάσματα, ἢ σπάσματα, ἢ οἰδήματα ἀφλέγμαντα, ἐξερύεται αἷμα ἐκ τοῦ τρώματος, ἐς μὲν τὸ ἄνω τοῦ σώματος πλεῖστον, βραχὺ δέ τι καὶ ἐς τὸ κάτω: μὴ κατάντη τὴν χεῖρα ἔχοντα, ἢ τὸ σκέλος: τιθέμενον τὴν ἀρχὴνκατὰ τὸ τρῶμα, καὶ μάλιστα ἐρείδοντα, ἥκιστα τὰ ἄκρα, μέσως τὰ διὰ μέσου: τὸ ἔσχατον πρὸς τὰ ἄνω τοῦ σώματος νεμόμενον: ἐπιδέσει, πιέξει: ἀτὰρ καὶ ταῦτα, πλήθει μᾶλλον, ἢ ἰσχύϊ: μάλιστα δὲ τουτέοισιν ὀθόνια λεπτὰ, κοῦφα, μαλθακὰ, καθαρὰ, πλατέα, ὑγιέα, ὡς ἂν ἄνευ ναρθήκων: καὶ καταχύσει χρῆσθαι.