15.
Πάρεξις δὲ, καὶ διάτασις, καὶ ἀνάπλασις, καὶ τὰ ἄλλα κατὰ φύσιν.φύσις δὲ ἐν μὲν ἔργοις, τοῦ ἔργου τῇ πρήξει, ὃ βούλεται, τεκμαρτέον: ἐς δὲ ταῦτα, ἐκ τοῦ ἐλινύοντος, ἐκ τοῦ κοινοῦ,
ἐκ τοῦ ἔθεος: ἐκ μὲν τοῦ ἐλινύοντος καὶ ἀφειμένου, τὰς ἰθυωρίας σκέπτεσθαι, οἷον τὸ τῆς χειρός: ἐκ δὲ τοῦ κοινοῦ, ἔκτασιν, ξύγκαμψιν, οἷον τὸ ἐγγὺς τοῦ ἐγγωνίου πήχεος πρὸς βραχίονα: ἐκ δὲ τοῦ ἔθεος, ὅτι οὐκ ἄλλα σχήματα φέρειν δυνατώτερον, οἷον σκέλεᾳ ἔκτασιν: ἀπὸ τουτέων γὰρ Ρ῾ήϊστα πλεῖστον χρόνον ἔχοι ἂν μὴ μεταλλάσσοντα.
ἐν δὲ τῇ μεταλλαγῇ ἐκ διατάσιος ὅμοια ταῦτα ἕξουσιν ἐς ἕξιν ἢ θέσιν μύες, φλέβες, νεῦρα, ὀστέα, ᾗ μάλιστα εὔθετα καὶ εὔσχετα.