previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


13.

ὀλισθάνει δὲ ἔστιν ὅτε τὰ πρὸς τοῦ ποδὸς, ὁτὲ μὲν ξὺν τῇ ἐπιφύσει ἀμφότερα τὰ ὀστέα, ὁτὲ δὲ ἐπίφυσις ἐκινήθη, ὁτὲ δὲ τὸ ἕτερον ὀστέον.

ταῦτα δὲ ὀχλώδεα μὲν ἧσσον, τὰ ἐν τῷ

καρπῷ τῶν χειρέων, εἰ τολμῷεν ἀτρεμέειν οἱ ἄνθρωποι.

ἴησις δὲ παραπλησίη, οἵη περ ἐκείνων: τήν τε γὰρ ἐμβολὴν χρὴ ποιέεσθαι ἐκ κατατάσιος ὥσπερ ἐκείνων, ἰσχυροτέρης δὲ δεῖται τῆς κακατάσιος, ὅσῳ καὶ ἰσχυρότερον τὸ σῶμα ταύτῃ.

ἐς τὰ πλεῖστα μὲν γὰρ ἀρκέουσιν ἄνδρες δύο, μὲν ἔνθεν, δὲ ἔνθεν τείνοντες.

ἢν δὲ μὴ ἰσχύωσιν, ἰσχυροτέρην Ρ῾ηΐδιόν ἐστι ποιέειν τὴν κατάτασιν: γὰρ πλήμνην κατορύξαντα χρὴ, ἄλλο τι τι τούτῳ ἔοικεν, μαλθακόν τι περὶ τὸν πόδα περιβάλλειν: ἔπειτα πλατέσι βοείοισιν ἱμᾶσι περιδήσαντα τὸν πόδα, τὰς ἀρχὰς τῶν ἱμάντων, πρὸς ὕπερον, πρὸς ἕτερον ξύλον προσδήσαντα, τὸ ξύλον πρὸς τὴν πλήμνην ἄκρον ἐνθέντα ἐπανακλᾷν: τοὺς δὲ ἀντιτείνειν, ἄνωθεν τῶν τε ὤμων ἐχομένους καὶ τῆς ἰγνύης.

ἔστι δὲ καὶ τὸ ἄνω τοῦ σώματος ἀνάγκῃ προσλαβεῖν: τοῦτο μὲν ἢν βούλῃ,

ξύλον στρογγύλον, λεῖον, κατορύξας βαθέως, μέρος τι αὐτοῦ ὑπερέχον τοῦ ξύλου μεσηγὺ τῶν σκελέων ποιήσασθαι παρὰ τὸν περίνεον, ὡς κωλύῃ ἀκολουθέειν τὸ σῶμα τοῖσι πρὸς ποδῶν τείνουσιν: ἔπειτα πρὸς τὸ τεινόμενον σκέλος μὴ Ρ῾έπειν, τὸν δέ τινα πλάγιον παρακαθήμενον ἀπωθέειν τὸν γλουτὸν, ὡς μὴ περιέλκηται τὸ σῶμα.

τοῦτο δὲ καὶ ἢν βούλῃ, περὶ τὰς μασχάλας ἔνθεν καὶ ἔνθεν τὰ ξύλα παραπέπηγεν, αἱ δὲ χεῖρες παρατεταμέναι φυλάσσονται, προσεπιλαμβανέτω δέ τις κατὰ τὸ γόνυ, καὶ οὕτως ἀντιτείνοιτο.

τοῦτο δ᾽ ἢν παρὰ τὸ γόνυ βούληται, ἄλλους ἱμάντας περιδήσας, περὶ τὸν μηρὸν, πλήμνην ἄλλην ὑπὲρ κεφαλῆς κατορύξας, ἐξαρτήσας τοὺς ἱμάντας ἔκ τινος ξύλου, τὸ ξύλον στηρίζων ἐς τὴν πλήμνην, τἀναντία τῶν πρὸς ποδῶν ἕλκειν.

τοῦτο δ᾽ ἢν βούλῃ, ἀντὶ τῶν πλημνέων δοκίδα ὑποτείνας ὑπὸ τὴν κλίνην μετρίην, ἔπειτα πρὸς τῆς δοκίδος ἔνθεν καὶ ἔνθεν τὴν κεφαλὴν στηρίζων

καὶ ἀνακλῶν τὰ ξύλα, κατατείνειν τοὺς ἱμάντας: ἢν δὲ θέλῃς, ὀνίσκους καταστήσας ἔνθεν καὶ ἔνθεν, ἐπ᾽ ἐκείνων τὴν κατάτασιν ποιέεσθαι.

πολλοὶ δὲ καὶ ἄλλοι τρόποι κατατασίων.

ἄριστον δὲ, ὅστις ἐν πόλει μεγάλῃ ἰητρεύει, κεκτῆσθαι ἐσκευασμένον ξύλον, ἐν πᾶσαι αἱ ἀνάγκαι ἔσονται πάντων μὲν κατηγμάτων, πάντων δὲ ἄρθρων ἐμβολῆς ἐκ κατατάσιος καὶ μοχλεύσιος: ἀρκέει δὲ τὸ ξύλον, ἢν τοιοῦτον οἷον οἱ τετράγωνοι τρίβολοι δρύϊνοι γίνονται, μῆκος καὶ πλάτος καὶ πάχος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: