11.
ὅσοι δὲ πηδήσαντες ἀφ᾽ ὑψηλοῦ τινος ἐστηρίξαντο τῇ πτέρνῃ ἰσχυρῶς, τουτέοισι διισταται μὲν τὰ ὀστέα, φλέβια δ᾽ ἐκχυμοῦνται ἀμφιφλασθείσης τῆς σαρκὸς ἀμφὶ τὸ ὀστέον, οἴδημα δὲ ἐπιγίνεται καὶ πόνος πουλύς.τὸ γὰρ ὀστέον τοῦτο οὐ σμικρόν ἐστι, καὶ ὑπερέχει μὲν ὑπὸ τὴν ἰθυωρίην τῆς κνήμης, κοινωνέει δὲ φλεψὶ καὶ νεύροισιν ἐπικαίροισιν: ὁ τένων δὲ ὁ ὀπίσθιος τούτῳ προσήρτηται τῷ ὀστέῳ.
τούτους χρὴ ἰητρεύειν μὲν κηρωτῇ καὶ σπλήνεσι καὶ ὀθονίοισιν: ὕδατι δὲ θερμῷ πλείστῳ ἐπὶ τουτέοισι χρῆσθαι: καὶ ὀθονίων πλειόνων ἐπὶ τουτέοισι δεῖ, καὶ ἄλλως ὡς βελτίστων καὶ προσηνεστάτων.
ἁπαλὸν τὸ δέρμα φύσει ἔχων τὸ ἀμφὶ τῇ πτέρνῃ, ἐᾷν οὕτως: ἢν δὲ παχὺ καὶ σκληρὸν, οἷα μετεξέτεροι ἴσχουσιν, κατᾶτάμνειν χρὴ ὁμαλῶς, καὶ διαλεπτύνειν μὴ διατιτρώσκντ.
ἐπιδεῖν δὲ ἀγαθῶς οὐ παντὸς ἀνδρός ἐστι τὰ τοιαῦτα: ἢν γάρ τις ἐπιδέῃ, ὥσπερ καὶ τὰ ἄλλα τὰ κατὰ τὰ σφυρὰ ἐπιδεῖται, ὁτὲ μὲν περὶ τὸν πόδα περιβαλλόμενος, ὁτὲ δὲ περὶ τὸν τένοντα, αἱ ἀποσφίγξιες αὗται χωρίζουσι τὴν πτέρνην, ᾗ τὸ φλάσμα ἐγένετο: καὶ οὕτω κίνδυνος σφακελίσαι τὸ ὀστέον τὸ τῆς πτέρνης: καίτοι ἢν σφακελίσῃ, τὸν αἰῶνα πάντα ἱκανὸν ἀντίσχειν τὸ νόσημα.
καὶ γὰρ τἄλλα ὅσα μὴ ἐκ τοιούτου τρόπου σφακελίζει, ἀλλ᾽ ἐν κατακλίσει μελανθείσης τῆς πτέρνης ὑπὸ ἀμελείης τοῦ σχήματος, ἢ ἐν κνήμῃ τρώματος γενομένου ἐπικαίρου καὶ χρονίου καὶ κοινοῦ τῇ πτέρνῃ, ἢ ἐν μηρῷ, ἢ ἐπὶ ἄλλῳ νουσήματι ὑπτιασμοῦ χρονίου γενομένου, ὁμῶς καὶ τοῖσι τοιούτοισι χρόνια, καὶ ὀχλώδεα, καὶ πολλάκις ἀναῤΡ῾ηγνύμενα, ἢν μὴ χρηστῇ μὲν μελέτῃ θεραπευθῇ, πολλῇ δ᾽ ἡσυχίῃ, ὡς τά
γε σφακελίζοντα: ἐκ τοῦ τοιούτου δὲ τρόπου σφακελίζοντα καὶ κινδύνους μεγάλους τῷ σώματι παρέχει πρὸς τῇ ἄλλῃ λύμῃ Καὶ γὰρ πυρετοὶ ὑπεροξέες, ξυνεχέες, τρομώδεες, λυγγώδεες, γνώμης ἁπτόμενοι, καὶ ὀλιγήμεροι, κτείνοντές τε: γένοιντο δ᾽ ἂν καὶ φλεβῶν αἱμοῤΡ῾όων πελιώσιες, ναυσιώσιες, καὶ γαγγραινώσιες ὑπὸ τῆς πιέξιος: γένοιτο δ᾽ ἂν ταῦτα ἔξω τοῦ ἄλλου σφακελισμοῦ.
ταῦτα μὲν οὖν εἴρηται, οἷα τὰ ἰσχυρότατα φλάσματα ίνεται: τὰ μέντοι πλεῖστα ἡσυχαίως ἀμφιφλᾶται, καὶ οὐδεμίη πολλὴ σπουδὴ τῆς μελέτης, ἀλλ᾽ ὅμως ὀρθῶς γε χρὴ χειρίζειν.
ἐπὴν μέντοι ἰσχυρὸν δόξῃ εἶναι τὸ ἔρεισμα, τά τε εἰρημένα ποιέειν χρὴ, καὶ τὴν ἐπίδεσιν τὴν πλείστην ποιέεσθαι ἀμφὶ τὴν πτέρνην περιβάλλοντα, ἄλλοτε πρὸς τὰ ἄκρα τοῦ ποδὸς ἀντιπεριβάλλοντα, ἄλλοτε πρὸς τὰ μέσα, ἄλλοτε πρὸς τὰ περὶ τὴν κνήμην: προσεπιδεῖν δὲ καὶ τὰ πλησίον πάντα ἔνθεν καὶ ἔνθεν, ὥσπερ καὶ πρόσθεν εἴρηται: καὶ ἰσχυρὴν μὲν μὴ ποιέεσθαι τὴν πίεξιν, ἐν πολλοῖσι δὲ τοῖσιν ὀθονίοισιν: ἄμεινον δὲ καὶ ἐλλέβορον
πιπίσκειν αὐθημερὸν, ἢ τῇ ὑστεραίῃ: ἀπολῦσαι δὲ τριταῖον, καὶ αὖθις μετεπιδῆσαι.
σημεῖα δὲ τάδε, ἢν παλιγκοταίνῃ, ἢ οὔ: ἐπὴν μὲν τὰ ἐκχυμώματα τῶν φλεβῶν, καὶ τὰ μελάσματα, καὶ τὰ ἐγγὺς ἐκείνων ὑπέρυθρα γινηται καὶ ὑπόσκληρα, κίνδυνος παλιγκοτῆσαι.
ἀλλ᾽ ἢν μὲν ἀπύρετος ᾖ, φαρμακεύειν ἄνω χρὴ, ὥσπερ εἴρηται, καὶ ὅσα ἂν μὴ ξυνεχῆ πυρεταίνηται: ἢν δὲ ξυνεχῆ πυρεταίνηται, μὴ φάρμακεύειν, ἀπέχειν δὲ σιτίων καὶ Ρ῾οφημάτων, ποτῷ δὲ χρῆσθαι ὕδατι, καὶ μὴ οἴνῳ, ἀλλὰ τῷ ὀξυγλυκεῖ.
ἢν δὲ μὴ μέλλῃ παλιγκοταίνειν, τὰ ἐκχυμώματα καὶ τὰ μελάσματα καὶ τὰ περιέχοντα ὑπόχλωρα γίνεται καὶ οὐ σκληρά: ἀγαθὸν τοῦτο τὸ μαρτύριον ἐν πᾶσι τοῖσιν ἐκχυμώμασιν, τοῖσι μὴ μέλλουσι παλιγκοταίνειν: ὅσα δὲ σὺν σκληρύσμασι πελιοῦται, κίνδυνος μὲν μελανθῆναι.
τὸν δὲ πόδα ἐπιτηδεύειν χρὴ, ὅκως ἀνωτέρω τοῦ ἄλλου σώματος ἔσται τὰ πλεῖστα ὀλίγον.
ὑγιὴς δ᾽ ἂν γένοιτο ἐν ἑξήκοντα ἡμέρῃσιν, εἰ ἀτρεμέοι.