previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


9.

τοὺς δὲ πρεσβυτέρους οὐκ ἀποκτείνει, ὁκόταν ἐπιγένηται, οὐδὲ διαστρέφει: αἵ τε γὰρ φλέβες εἰσὶ κοῖλαι καὶ αἵματος μεσταὶ θερμοῦ, οὐδὲ δύναται ἐπικρατῆσαι τὸ φλέγμα, οὐδ᾽ ἀποψῦξαι τὸ αἷμα, ὥστε καὶ πῆξαι, ἀλλ᾽ αὐτὸ κρατέεται καὶ καταμίγνυται τῷ αἵματι ταχέως: καὶ οὕτω παραδέχονται αἱ φλέβες τὸν ἠέρα, καὶ τὸ φρόνημα γίνεται, τά τε σημήϊα τὰ προειρημένα ἧσσον ἐπιλαμβάνει

διὰ τὴν ἰσχύν.

Τοϊσι δὲ πρεσβυτάτοισιν ὁκόταν ἐπιγένηται τοῦτο τὸ νούσημα, διὰ τοῦτο ἀποκτείνει παράπληκτον ποιέει, ὅτι αἱ φλέβες κεκένωνται καὶ τὸ αἷμα ὀλίγον τέ ἐστι καὶ λεπτὸν καὶ ὑδαρές.

ἢν μὲν οὖν πολὺ καταῤΡ῾υῇ καὶ χειμῶνος ἔῃ καιρὸς, ἀποκτείνει: ἀπέπνιξε γὰρ τὰς ἀναπνοὰς καὶ ἀπέπηξε τὸ αἷμα, ἢν ἐπ᾽ ἀμφότερα κατάῤΡ῾οος γένηται: ἢν δὲ ἐπὶ θατερα μοῦνον, παράπληκτον ποιέει: οὐ γὰρ δύναται τὸ αἷμα ἐπικρατῆσαι τοῦ φλέγματος λεπτὸν ἐὸν καὶ ψυχρὸν καὶ ὀλίγον, ἀλλ᾽ αὐτὸ κρατηθὲν ἐπάγη, ὥστε ἀκρατέα εἶναι ἐκεῖνα καθ᾽ τὸ αἷμα διεφθάρη.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: