previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


6.

ἢν δὲ ἐπὶ τὴν καρδίην ποιήσηται κατάῤΡ῾οος τὴν πορείην, παλμὸς ἐπιλαμβάνει καὶ ἄσθματα, καὶ τὰ στήθεα διαφθείρεται, ἔνιοι δὲ καὶ κυφοὶ γίνονται: ὁκόταν γὰρ ἐπικατέλθῃ τὸ φλέγμα ψυχρὸν ἐπὶ τὸν πλεύμονα ἐπὶ τὴν καρδίην, ἀποψύχεται τὸ αἷμα: αἱ δὲ φλέβες πρὸς βίην ψυχόμεναι πρὸς τῷ πλεύμονι καὶ τῇ καρδίῃ πηδῶσι, καὶ καρδίη πάλλεται, ὥστε ὑπὸ τῆς ἀνάγκης ταύτης τὰ ἄσθματα ἐπιπίπτειν καὶ τὴν ὀρθοπνοίην.

οὐ γὰρ δέχεται τὸ πνεῦμα ὅσον ἐθέλει, μέχρις ἂν κρατηθῇ τοῦ φλέγματος τὸ ἐπιῤΡ῾υὲν καὶ διαθερμανθὲν διαχυθῇ ἐς τὰς φλέβας: ἔπειτα παύεται τοῦ παλμοῦ καὶ τοῦ ἄσθματος: παύεται δὲ ὅκως ἂν τοῦ πλήθεος ἔχῃ: ἢν μὲν γὰρ πλέον ἐπικαταῤΡ῾υῇ, σχολαίτερον, ἢν δὲ ἔλασσον, θᾶσσον: καὶ ἢν μὲν

πυκνότεροι ἔωσιν οἱ κατάῤΡ῾οοι, πυκνότερα ἐπίληπτος γίνεται, ἢν δὲ μὴ, ἀραιότερα.

Τάῦτα μὲν οὖν πάσχει, ἢν ἐπὶ τὸν πλεύμονα καὶ τὴν καρδίην ἴῃ: ἢν δὲ ἐς τὴν κοιλίην, διάῤΡ῾οιαι λαμβάνουσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: