“ [3] ταῦτα δὲ τοῖς φίλοις εἰπὼν ἕτερα τοῖς Γέταις ἐπλάττετο, καὶ τὸ ἥμισυ τῆς στρατιᾶς ᾔτει, τὸ χρυσίον τὸ γιγνόμενον ὑπισχνούμενος δώσειν. τοσαύτης ἀνωμαλίας ἔγεμε, φροντίζων χρημάτων τῶν πρὸ βραχέος ἐς θάλασσαν μεθειμένων. ὁ δὲ Κλοίλιος τοὺς ἀφικομένους ἰδὼν ἤρετο μετὰ βοῆς εἰ τὸ χρυσίον κεκομίκασι, καὶ βουλομένους τι λέγειν ἐκέλευε πρῶτον εἰπεῖν περὶ τοῦ χρυσίου. ὡς δ᾽ ἔμαθεν οὐκ ἔχοντας, οὐκ ἀνασχόμενος αὐτῶν οὐδ᾽ ἀκοῦσαι, τὴν στρατιὰν ἀπῆγεν ὀπίσω. καὶ Περσεὺς ἀφῄρητο καὶ τῆσδε συμμαχίας, πολλῆς τε καὶ κατὰ καιρὸν ἐλθούσης. ὑπὸ δ᾽ ἀφροσύνης, ἐν Φίλᾳ χειμάζων καὶ στρατὸν ἔχων πολὺν Θεσσαλίαν μὲν οὐκ ἐπέτρεχεν, ἣ Ῥωμαίοις ἐχορήγει τροφάς, ἐς δὲ τὴν Ἰωνίαν ἔπεμπε κωλύειν τὴν ἀγορὰν τὴν ἐκεῖθεν αὐτοῖς φερομένην.
”
Val. p. 562.
“ὅτι Παύλῳ ἐπ᾽ εὐτυχίας τοσῆσδε γενομένῳ τὸ δαιμόνιον ἐφθόνησε τῆς εὐτυχίας. καί οἱ τεσσάρων παίδων ὄντων τοὺς μὲν πρεσβυτέρους αὐτῶν ἐς θέσιν ἄλλοις ἐδεδώκει, Μάξιμόν τε καὶ Σκιπίωνα, τοὺς δὲ νεωτέρους ἄμφω συνέβη, τὸν μὲν πρὸ τριῶν ἡμερῶν τοῦ θριάμβου τὸν δὲ μετὰ πέντε, ἀποθανεῖν. καὶ τοῦτ᾽ οὐδενὸς ἧττον ὁ Παῦλος κατελογίσατο τῷ δήμῳ. ἔθους γὰρ ὄντος τοῖς στρατηγοῖς καταλέγειν τὰ πεπραγμένα, παρελθὼν ἐς τὴν ἀγορὰν εἶπεν ἐς μὲν Κέρκυραν ἐκ Βρεντεσίου διαπλεῦσαι μιᾶς ἡμέρας, ἐκ δὲ Κερκύρας πέντε μὲν ἐς Δελφοὺς ὁδεῦσαι καὶ θῦσαι τῷ θεῷ, πέντε δὲ ἄλλαις ἐς Θεσσαλίαν παραγενέσθαι καὶ παραλαβεῖν τὸν στρατόν, ἀπὸ δὲ ταύτης πεντεκαίδεκα ἄλλαις ἑλεῖν Περσέα καὶ Μακεδόνας παραλαβεῖν. οὕτω δὲ ὀξέως ἁπάντων ἐπιτυχὼν δεῖσαι μή τι τῷ στρατῷ συμπέσοι πρὸς ὑμᾶς ἐπανιόντι. ‘διασωθέντος δὲ τοῦ στρατοῦ περὶ ὑμῶν ἐδεδοίκειν,’ ἔφη: ‘φθονερὸς γὰρ ὁ δαίμων. ἐς ἐμὲ δὲ ἀποσκήψαντος τοῦ κακοῦ, καὶ ἀθρόως μοι τῶν δύο παίδων ἀποθανόντων, ἐπ᾽ ἐμαυτῷ μέν εἰμι βαρυσυμφορώτατος, ἐπὶ δὲ ὑμῖν ἀμέριμνος.’ ταῦτ᾽ εἰπών, καὶ καταθαυμαζόμενος ἐπὶ πᾶσιν, οἰκτιζόμενος δὲ ἐπὶ τοῖς τέκνοις, μετ᾽ οὐ πολὺν χρόνον ἀπέθανεν.
”
id. p. 565.