previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[9] οἱ μὲν δὴ πρέσβεις τοιαῦτα εἶπον, οι δὲ οὐδὲν αὐτοῖς ἀποκρινάμενοι τὸν πόλεμον ἐς τὸ φανερὸν ἐκύρουν. καὶ ὕπατος ἐκέλευε τοὺς πρέσβεις ἐκ μεν τῆς πόλεως αὐτῆς ἡμέρας, ἐκ δὲ τῆς Ἰταλίας τριάκοντα ἄλλαις ἐξιέναι. τὰ δὲ αὐτὰ καὶ τοῖς ἐπιδημοῦσι Μακεδόνων ἐκήρυττεν. καὶ θόρυβος αὐτίκα μετὰ τὸ βουλευτήριον ἐπίφθονος ἦν, ἐν ὀλίγαις ὥραις ἐλαυνομένων τοσῶνδε ὁμοῦ, καὶ οὐδὲ ὑποζύγια εὑρεῖν ἐν οὕτω βραχεῖ διαστήματι, οὐδὲ πάντα φέρειν δυναμένων. ὑπὸ δὲ σπουδῆς οἱ μὲν οὐκ ἔφθανον ἐπὶ τοὺς σταθμούς, ἀλλ᾽ ἐν μέσαις ἀνεπαύοντο ταῖς ὁδοῖς, οἱ δὲ παρὰ ταῖς πύλαις μετὰ παίδων ἑαυτοὺς ἐρρίπτουν καὶ μετὰ γυναικῶν. πάντα τε ἐγίγνετο ὅσα εἰκος ἐν αἰφνιδίῳ καὶ τοιῷδε κηρύγματι: αἰφνίδιον γὰρ αὐτοῖς ἐφαίνετο διὰ τὰς ἔτι πρεσβείας.

U. p. 364.

ὅτι μετὰ τὴν νίκην Περσεύς, εἴτ᾽ ἐπιγελῶν Κράσσῳ καὶ τωθάζων αὐτόν, εἴτ᾽ ἀποπειρώμενος ὅπως ἔτι φρονήματος ἔχοι, εἴτε τὴν Ῥωμαίων δύναμίν τε καὶ παρασκευὴν ὑφορώμενος, εἴθ᾽ ἑτέρῳ τῳ λογισμῷ, προσέπεμπεν αὐτῷ περὶ διαλλαγῶν, καὶ πολλὰ δώσειν ὑπισχνεῖτο ὧν πατὴρ Φίλιππος οὐ συνεχώρει: καὶ μᾶλλον ὕποπτος ἦν ἐπιγελῶν καὶ πειρώμενος. δὲ Περσεῖ μὲν ἀπεκρίνατο Ῥωμαίων ἀξίας οὐκ εἶναι διαλύσεις αὐτῷ, εἰ μὴ καὶ Μακεδόνας καὶ ἑαυτὸν ἐπιτρέψειε Ῥωμαίοις: αἰδούμενος δ᾽ ὅτι Ῥωμαῖοι τῆς ἥττης κατῆρξαν, ἐκκλησίαν συναγαγὼν Θεσσαλοῖς μὲν ἐμαρτύρησεν ὡς ἀνδράσιν ἀγαθοῖς περὶ τὴν συμφορὰν γενομένοις, Αἰτωλῶν δὲ καὶ ἑτέρων Ἑλλήνων κατεψεύσατο ὡς πρώτων τραπέντων. καὶ τούτους ἐς Ῥώμην ἔπεμψεν.

id. p. 369.

τὸ δὲ λοιπὸν τοῦ θέρους ἀμφότεροι περὶ σιτολογίαν ἐγίγνοντο, Περσεὺς μὲν ἐν τοῖς πεδίοις ἁλωνευόμενος, Ῥωμαῖοι δὲ ἐν τῷ στρατοπέδῳ.

ὃς δὲ πρῶτος ἐξῆρχε τοῦ πόνου, ἑξηκοντούτης ὢν καὶ βαρὺς τὸ σῶμα καὶ πιμελής.

τότε δὲ ἔθει τις δρόμῳ δηλώσων τῷ Περσεῖ λουομένῳ καὶ τὸ σῶμα ἀναλαμβάνοντι. δὲ ἐξήλατο τοῦ ὕδατος βοῶν ὅτι ἑαλώκοι πρὸ τῆς μάχης.

ὅτι Περσεὺς ἀναθαρρῶν ἤδη κατ᾽ ὀλίγον μετὰ τὴν φυγήν, Νικίαν καὶ Ἀνδρόνικον, οὓς ἐπὶ τὸν καταποντισμὸν τῶν χρημάτων καὶ τὸν ἐμπρησμὸν τῶν νεῶν ἐπεπόμφει, περιποιήσας αὑτῷ καὶ τὰς ναῦς καὶ τὰ χρήματα, συνίστορας ἡγούμενος αἰσχροῦ φόβου καὶ ἑτέροις ἐξαγγελεῖν, ἀπέκτεινεν ἀθεμίστως, καὶ ἀπὸ τοῦδε εὐθὺς ἐκ μεταβολῆς ὠμὸς καὶ εὐχερὴς ἐς ἅπαντας ἐγένετο, καὶ οὐδὲν ὑγιὲς οὐδ᾽ εὔβουλόν οἱ ἔτι ἦν, ἀλλ᾽ πιθανώτατος ἐς εὐβουλίαν καὶ λογίσασθαι δεξιὸς καὶ εὐτολμότατος ἐς μάχας, ὅσα γε μὴ σφάλλοιτο δι᾽ ἀπειρίαν, ἀθρόως τότε καὶ παραλόγως ἐς δειλίαν καὶ ἀλογιστίαν ἐτράπετο, καὶ ταχὺς καὶ εὐμετάθετος ἄφνω καὶ σκαιὸς ἐς πάντα ἐγένετο, ἀρχομένης αὐτὸν ἐπιλείπειν τῆς τύχης. ὅπερ ἔστι πολλοὺς ἰδεῖν, μεταβολῆς προσιούσης ἀλογωτέρους γιγνομένους ἑαυτῶν.

Val. p. 561 (hinc Suid. v. Περσεὺς Μακεδών).

ὅτι Ῥόδιοι πρέσβεις ἐς Μάρκιον ἔπεμψαν, συνηδόμενοι τῶν γεγονότων [Περσεῖ]. δὲ Μάρκιος τοὺς πρέσβεις ἐδίδασκε Ῥοδίους πεῖσαι πέμψαντας ἐς Ῥώμην διαλῦσαι τὸν πόλεμον Ῥωμαίοις τε καὶ Περσεῖ. καὶ Ῥόδιοι πυθόμενοι μετέπιπτον ὡς οὐ φαύλως ἔχοντος τοῦ Περσέως: οὐ γὰρ εἴκαζον ἄνευ Ῥωμαίων ταῦτα Μάρκιον ἐπισκήπτειν. δ᾽ ἀφ᾽ ἑαυτοῦ καὶ τάδε καὶ ἕτερα πολλὰ δι᾽ ἀτολμίαν ἔπραττεν. Ῥόδιοι μὲν οὖν καὶ ὣς πρέσβεις ἔπεμπον ἐς Ῥώμην, καὶ ἑτέρους πρὸς Μάρκιον.

U. p. 369.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: