[7]
παρήσομεν δὲ οὐδὲ ὅπως τὸν ἀναβάτην ὑπηρετεῖν δεῖ πρὸς ἕκαστα τούτων. χρὴ γὰρ ὁρμῶντος μὲν ἐξαίφνης τοῦ ἵππου προνεύειν: ἧττον γὰρ ἂν καὶ ὑποδύοι ὁ ἵππος καὶ ἀναβάλλοι τὸν ἀναβάτην: ἐν μικρῷ δὲ ἀναλαμβανομένου ἀναπίπτειν: ἧττον γὰρ ἂν αὐτὸς κόπτοιτο.