[10]
ἐπεὶ δὲ δεῖ ἐν παντοίοις τε χωρίοις τὸν ἱππέα ἀνὰ κράτος ἐλαύνοντα ἔποχον εἶναι καὶ ἀπὸ τοῦ ἵππου τοῖς ὅπλοις καλῶς δύνασθαι χρῆσθαι, ὅπου μέν ἐστι χωρία ἐπιτήδεια καὶ θηρία, ἄμεμπτος ἡ ἐν θήραις μελέτη τῆς ἱππικῆς: ὅπου δὲ ταῦτα μὴ ὑπάρχει, ἀγαθὴ ἄσκησις καὶ ἢν δύο ἱππότα συνθεμένω ὁ μὲν φεύγῃ ἐπὶ τοῦ ἵππου παντοῖα χωρία καὶ τὸ δόρυ εἰς τοὔπισθεν μεταβαλόμενος ὑποχωρῇ, ὁ δὲ διώκῃ ἐσφαιρωμένα τε ἔχων ἀκόντια καὶ δόρυ ὡσαύτως πεπραγματευμένον, καὶ ὅπου μὲν ἂν εἰς ἀκόντιον ἀφικνῆται, ἀκοντίζῃ τὸν φεύγοντα τοῖς σφαιρωτοῖς, ὅπου δ᾽ ἂν εἰς δόρατος πληγήν, τῷ δόρατι παίῃ τὸν ἁλισκόμενον.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.