ἀνθρώποις δὲ ἆρα ἔξεστιν ὃν ἄν τις τρόπον βούληται χρῆσθαι; οὐκ ἀλλὰ καὶ περὶ τούτους ὁ εἰδὼς ἅ ἐστι νόμιμα καθ᾽ ἃ δεῖ πως ἀλλήλοις χρῆσθαι, νόμιμος ἂν εἴη. οὐκοῦν οἱ κατὰ ταῦτα χρώμενοι ἀλλήλοις ὡς δεῖ χρῶνται; πῶς γὰρ οὔ; οὐκοῦν οἵ γε ὡς δεῖ χρώμενοι καλῶς χρῶνται; πάνυ μὲν οὖν, ἔφη. οὐκοῦν οἵ γε τοῖς ἀνθρώποις καλῶς χρώμενοι καλῶς πράττουσι τὰ ἀνθρώπεια πράγματα; εἰκός γ᾽, ἔφη. οὐκοῦν οἱ τοῖς νόμοις πειθόμενοι δίκαια οὗτοι ποιοῦσι;