Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[14]
φῂς σὺ ἀμείνω πολίτην εἶναι ὃν σὺ ἐπαινεῖς ἢ ὃν ἐγώ; φημὶ γὰρ οὖν. τί οὖν οὐκ ἐκεῖνο πρῶτον ἐπεσκεψάμεθα, τί ἐστιν ἔργον ἀγαθοῦ πολίτου; ποιῶμεν τοῦτο. οὐκοῦν ἐν μὲν χρημάτων διοικήσει κρατοίη ἂν ὁ χρήμασιν εὐπορωτέραν τὴν πόλιν ποιῶν; πάνυ μὲν οὖν. ἐν δέ γε πολέμῳ ὁ καθυπερτέραν τῶν ἀντιπάλων; πῶς γὰρ οὔ; ἐν δὲ πρεσβείᾳ ἆρ᾽ ὃς ἂν φίλους ἀντὶ πολεμίων παρασκευάζῃ; εἰκός γε. οὐκοῦν καὶ ἐν δημηγορίᾳ ὁ στάσεις τε παύων καὶ ὁμόνοιαν ἐμποιῶν; ἔμοιγε δοκεῖ. οὕτω δὲ τῶν λόγων ἐπαναγομένων καὶ τοῖς ἀντιλέγουσιν αὐτοῖς φανερὸν ἐγίγνετο τἀληθές.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.