[346α]
φιλεῖν καὶ ἐπαινεῖν, οἷον ἀνδρὶ πολλάκις συμβῆναι μητέρα ἢ πατέρα ἀλλόκοτον ἢ πατρίδα ἢ ἄλλο τι τῶν τοιούτων. τοὺς μὲν οὖν πονηρούς, ὅταν τοιοῦτόν τι αὐτοῖς συμβῇ, ὥσπερ ἁσμένους ὁρᾶν καὶ ψέγοντας ἐπιδεικνύναι καὶ κατηγορεῖν τὴν πονηρίαν τῶν γονέων ἢ πατρίδος, ἵνα αὐτοῖς ἀμελοῦσιν αὐτῶν μὴ ἐγκαλῶσιν οἱ ἄνθρωποι μηδ᾽ ὀνειδίζωσιν ὅτι ἀμελοῦσιν, ὥστε ἔτι μᾶλλον ψέγειν τε αὐτοὺς καὶ ἔχθρας
[346β]
ἑκουσίους πρὸς ταῖς ἀναγκαίαις προστίθεσθαι: τοὺς δ᾽ ἀγαθοὺς ἐπικρύπτεσθαί τε καὶ ἐπαινεῖν ἀναγκάζεσθαι, καὶ ἄν τι ὀργισθῶσιν τοῖς γονεῦσιν ἢ πατρίδι ἀδικηθέντες, αὐτοὺς ἑαυτοὺς παραμυθεῖσθαι καὶ διαλλάττεσθαι προσαναγκάζοντας ἑαυτοὺς φιλεῖν τοὺς ἑαυτῶν καὶ ἐπαινεῖν. πολλάκις δὲ οἶμαι καὶ Σιμωνίδης ἡγήσατο καὶ αὐτὸς ἢ τύραννον ἢ ἄλλον τινὰ τῶν τοιούτων ἐπαινέσαι καὶ ἐγκωμιάσαι οὐχ ἑκών, ἀλλ᾽ ἀναγκαζόμενος. ταῦτα δὴ καὶ τῷ Πιττακῷ λέγει ὅτι ἐγώ,
[346ξ]
ὦ Πιττακέ, οὐ διὰ ταῦτά σε ψέγω, ὅτι εἰμὶ φιλόψογος, ἐπεὶ—
οὐ γάρ εἰμι φιλόμωμος—“ἔμοιγ᾽ ἐξαρκεῖ
ὃς ἂν μὴ κακὸς ᾖ μηδ᾽ ἄγαν ἀπάλαμνος, εἰ-
δώς τ᾽ ὀνησίπολιν δίκαν
ὑγιὴς ἀνήρ: οὔ μιν ἐγὼ
μωμήσομαι—
”Simonides Fr. 37.1.33ff.
[346δ] οὐ τοῦτο λέγει, ὥσπερ ἂν εἰ ἔλεγε πάντα τοι λευκά, οἷς μέλανα μὴ μέμεικται—γελοῖον γὰρ ἂν εἴη πολλαχῇ—ἀλλ᾽ ὅτι αὐτὸς καὶ τὰ μέσα ἀποδέχεται ὥστε μὴ ψέγειν. καὶ οὐ ζητῶ, ἔφη, “πανάμωμον ἄνθρωπον, εὐρυεδοῦς ὅσοι καρπὸν αἰνύμεθα χθονός, ἐπί θ᾽ ὑμῖν εὑρὼν ἀπαγγελέω”: ὥστε τούτου γ᾽ ἕνεκα οὐδένα ἐπαινέσομαι, ἀλλά μοι ἐξαρκεῖ ἂν ᾖ μέσος καὶ μηδὲν κακὸν ποιῇ, ὡς ἐγὼ πάντας “φιλέω καὶ ἐπαίνημι”—καὶ τῇ φωνῇ ἐνταῦθα κέχρηται τῇ [346ε] τῶν Μυτιληναίων, ὡς πρὸς Πιττακὸν λέγων τὸ “πάντας δὲ ἐπαίνημι καὶ φιλέω ἑκών”—ἐνταῦθα δεῖ ἐν τῷ ἑκών διαλαβεῖν λέγοντα—“ὅστις ἕρδῃ μηδὲν αἰσχρόν”, ἄκων δ᾽ ἔστιν οὓς ἐγὼ ἐπαινῶ καὶ φιλῶ. σὲ οὖν, καὶ εἰ μέσως“τῶν γὰρ ἠλιθίων ἀπείρων γενέθλα,
”“πάντα τοι καλά, τοῖσί τ᾽ αἰσχρὰ μὴ μέμεικται.
”