[317α]
ἅπασιν κατὰ τοῦτο εἶναι οὐ συμφέρομαι:
ἡγοῦμαι γὰρ αὐτοὺς οὔ τι διαπράξασθαι ὃ ἐβουλήθησαν—
οὐ γὰρ λαθεῖν τῶν ἀνθρώπων τοὺς δυναμένους ἐν ταῖς πόλεσι πράττειν,
ὧνπερ ἕνεκα ταῦτ᾽ ἐστὶν τὰ προσχήματα:
ἐπεὶ οἵ γε πολλοὶ ὡς ἔπος εἰπεῖν οὐδὲν αἰσθάνονται,
ἀλλ᾽ ἅττ᾽ ἂν οὗτοι διαγγέλλωσι,
ταῦτα ὑμνοῦσιν—
τὸ οὖν ἀποδιδράσκοντα μὴ δύνασθαι ἀποδρᾶναι,
ἀλλὰ καταφανῆ εἶναι,
πολλὴ μωρία καὶ τοῦ ἐπιχειρήματος,
[317β]
καὶ πολὺ δυσμενεστέρους παρέχεσθαι ἀνάγκη τοὺς ἀνθρώπους:
ἡγοῦνται γὰρ τὸν τοιοῦτον πρὸς τοῖς ἄλλοις καὶ πανοῦργον εἶναι.
ἐγὼ οὖν τούτων τὴν ἐναντίαν ἅπασαν ὁδὸν ἐλήλυθα,
καὶ ὁμολογῶ τε σοφιστὴς εἶναι καὶ παιδεύειν ἀνθρώπους,
καὶ εὐλάβειαν ταύτην οἶμαι βελτίω ἐκείνης εἶναι,
τὸ ὁμολογεῖν μᾶλλον ἢ ἔξαρνον εἶναι:
καὶ ἄλλας πρὸς ταύτῃ ἔσκεμμαι,
ὥστε,
σὺν θεῷ εἰπεῖν,
μηδὲν δεινὸν πάσχειν διὰ
[317ξ]
τὸ ὁμολογεῖν σοφιστὴς εἶναι.
καίτοι πολλά γε ἔτη ἤδη εἰμὶ ἐν τῇ τέχνῃ:
καὶ γὰρ καὶ τὰ σύμπαντα πολλά μοί ἐστιν—
οὐδενὸς ὅτου οὐ πάντων ἂν ὑμῶν καθ᾽ ἡλικίαν πατὴρ εἴην —
ὥστε πολύ μοι ἥδιστόν ἐστιν,
εἴ τι βούλεσθε,
περὶ τούτων ἁπάντων ἐναντίον τῶν ἔνδον ὄντων τὸν λόγον ποιεῖσθαι.
καὶ ἐγώ—ὑπώπτευσα γὰρ βούλεσθαι αὐτὸν τῷ τε προδίκῳ καὶ τῷ Ἱππίᾳ ἐνδείξασθαι καὶ καλλωπίσασθαι ὅτι ἐρασταὶ
[317δ]
αὐτοῦ ἀφιγμένοι εἶμεν— τί οὖν, ἔφην ἐγώ, οὐ καὶ πρόδικον καὶ Ἱππίαν ἐκαλέσαμεν καὶ τοὺς μετ᾽ αὐτῶν, ἵνα ἐπακούσωσιν ἡμῶν;
πάνυ μὲν οὖν, ἔφη ὁ Πρωταγόρας.
βούλεσθε οὖν, ὁ Καλλίας ἔφη, συνέδριον κατασκευάσωμεν, ἵνα καθεζόμενοι διαλέγησθε;
ἐδόκει χρῆναι: ἅσμενοι δὲ πάντες ἡμεῖς, ὡς ἀκουσόμενοι ἀνδρῶν σοφῶν, καὶ αὐτοί τε ἀντιλαβόμενοι τῶν βάθρων καὶ τῶν κλινῶν κατεσκευάζομεν παρὰ τῷ Ἱππίᾳ—ἐκεῖ γὰρ προϋπῆρχε τὰ βάθρα—ἐν δὲ τούτῳ Καλλίας τε καὶ Ἀλκιβιάδης
[317ε]
ἡκέτην ἄγοντε τὸν πρόδικον, ἀναστήσαντες ἐκ τῆς κλίνης, καὶ τοὺς μετὰ τοῦ Προδίκου.
ἐπεὶ δὲ πάντες συνεκαθεζόμεθα, ὁ Πρωταγόρας, νῦν δὴ ἄν, ἔφη, λέγοις, ὦ Σώκρατες, ἐπειδὴ καὶ οἵδε πάρεισιν, περὶ ὧν ὀλίγον πρότερον μνείαν ἐποιοῦ πρὸς ἐμὲ ὑπὲρ τοῦ νεανίσκου.