[133ε]
ὁμολογῶ καὶ καλὸν εἶναι καὶ ἀγαθόν: ἡγοῦμαι γὰρ ὀρθῶς.
ἠρώτησα οὖν ἐγώ, ἆρ᾽ οὖν καὶ ἐν τοῖς γυμνασίοις τὴν πολυπονίαν φιλογυμναστίαν ἡγῇ εἶναι;
κἀκεῖνος ἔφη, πάνυ γε, ὥσπερ γε καὶ ἐν τῷ φιλοσοφεῖν τὴν πολυμαθίαν φιλοσοφίαν ἡγοῦμαι εἶναι.
κἀγὼ εἶπον, ἡγῇ δὲ δὴ τοὺς φιλογυμναστοῦντας ἄλλου του ἐπιθυμεῖν ἢ τούτου, ὅτι ποιήσει αὐτοὺς εὖ ἔχειν τὸ σῶμα;
ἦ οὖν οἱ πολλοὶ πόνοι τὸ σῶμα, ἦν δ᾽ ἐγώ, ποιοῦσιν εὖ ἔχειν;