[203α]
Σωκράτης
ἐπορευόμην μὲν ἐξ Ἀκαδημείας εὐθὺ Λυκείου τὴν ἔξω τείχους ὑπ᾽ αὐτὸ τὸ τεῖχος: ἐπειδὴ δ᾽ ἐγενόμην κατὰ τὴν πυλίδα ᾗ ἡ Πάνοπος κρήνη, ἐνταῦθα συνέτυχον Ἱπποθάλει τε τῷ Ἱερωνύμου καὶ Κτησίππῳ τῷ Παιανιεῖ καὶ ἄλλοις μετὰ τούτων νεανίσκοις ἁθρόοις συνεστῶσι. καί με προσιόντα ὁ Ἱπποθάλης ἰδών, ὦ Σώκρατες, ἔφη, ποῖ δὴ πορεύῃ καὶ