[230α]
Σωκράτης
ἀλλ᾽ ὡς ἐναντίον ὂν τῷ κακῷ οὐκ ἀγαθόν ἐστι τὸ κερδαίνειν;
Ἑταῖρος
οὔτι πᾶν γε: τουτί μοι ἀνάθου.
Σωκράτης
δοκεῖ ἄρα σοι, ὡς ἔοικε, τοῦ κέρδους τὸ μέν τι ἀγαθὸν εἶναι, τὸ δέ τι κακόν.
Σωκράτης
ἀνατίθεμαι τοίνυν σοὶ τοῦτο: ἔστω γὰρ δὴ κέρδος τι ἀγαθὸν καὶ ἕτερον κέρδος τι κακόν. κέρδος δέ γε οὐδὲν μᾶλλόν ἐστιν αὐτῶν τὸ ἀγαθὸν ἢ τὸ κακόν: ἦ γάρ;